λογος 16. Εἰς τοὺς Μακκαβαίους.

1. Τί δὲ οἱ Μακκαβαῖοι; τούτων γὰρ ἡ παροῦσα πανήγυρις, οὐ παρὰ πολλοῖς μὲν τιμωμένων, ὅτι μὴ μετὰ Χριστὸν ἡ ἄθλησις· πᾶσι δὲ τιμᾶσθαι ἀξίων, ὅτι περὶ τῶν πατρίων ἡ καρτερία· καὶ οἱ πρὸ τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες, τί ποτε δράσειν ἔμελλον μετὰ Χριστὸν διωκόμενοι, καὶ τὸν ἐκείνου ὑπὲρ ἡμῶν μιμούμενοι θάνατον; Οἱ γὰρ χωρὶς ὑποδείγματος τοιούτου, τοσοῦτοι τὴν ἀρετὴν, πῶς οὐκ ἂν ὤφθησαν γενναιότεροι, μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα μυστικός τις καὶ ἀπόῤῥητος οὗτος ὁ λόγος, καὶ σφόδρα πιθανὸς ἐμοὶ γοῦν καὶ πᾶσι τοῖς φιλοθέοις· μηδένα τῶν πρὸ τῆς Χριστοῦ παρουσίας τελειωθέντων, δίχα τῆς εἰς Χριστὸν πίστεως τούτου τυχεῖν. Ὁ γὰρ Λόγος ἐπαῤῥησιάσθη μὲν ὕστερον καιροῖς ἰδίοις, ἐγνωρίσθη δὲ καὶ πρότερον τοῖς καθαροῖς τὴν διάνοιαν. ὡς ἐκ πολλῶν δῆλον τῶν πρὸ ἐκείνου τετιμημένων.

2. Οὔκουν, ὅτι πρὸ τοῦ σταυροῦ, τοιοῦτοι περιοπτέοι· ἀλλ᾿ ὅτι κατὰ τὸν σταυρὸν, ἐπαινετέοι, καὶ τῆς ἐκ τῶν λόγων τιμῆς ἄξιοι· οὐχ ἵνα προσθήκην ἢ δόξαν λάβοιεν· (τίνα γὰρ ὧν ἡ πρᾶξις ἔχει τὸ ἔνδοξον;) ἀλλ᾿ ἵνα δοξασθῶσιν οἱ εὐφημοῦντες, καὶ ζηλώσωσι τὴν ἀρετὴν οἱ ἀκούοντες, ὥσπερ κέντρῳ τῇ μνήμῃ πρὸς τὰ ἴσα διανιστάμενοι. Οὗτοι τίνες μὲν ὄντες, καὶ ὅθεν, καὶ ἐξ οἵας ὁρμώμενοι τὸ ἀπαρχῆς ἀγωγῆς καὶ παιδεύσεως, εἰς τοσοῦτον ἀρετῆς τε καὶ δόξης προεληλύθασιν, ὥστε καὶ ταῖς ἐτησίοις ταύταις τιμᾶσθαι πομπαῖς τε καὶ πανηγύρεσι, καὶ μείζονα τῶν ὁρωμένων τὴν περὶ αὐτῶν δόξαν ἐναποκεῖσθαι ταῖς ἁπάντων ψυχαῖς, ἡ περὶ αὐτῶν βίβλος δηλώσει τοῖς φιλομαθέσι καὶ φιλοπόνοις, ἡ περὶ τοῦ αὐτοκράτορα εἶναι τῶν παθῶν τὸν λογισμὸν φιλοσοφοῦσα, καὶ κύριον τῆς ἐπ᾿ ἄμφω ῥοπῆς, ἀρετήν τέ φημι καὶ κακίαν. Ἄλλοις τε γὰρ οὐκ ὀλίγοις ἐχρήσατο μαρτυρίοις, καὶ δὴ καὶ τοῖς τούτων ἀθλήμασιν· ἐμοὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις λογος 16. Εἰς τοὺς Μακκαβαίους.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 16. Εἰς τοὺς Μακκαβαίους.