Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν ἐπὶ τῆς συνάξεως τελούμενα καθεστήκῃ. ΠΡΟΟΙΜΙΟΝ

Πῶς σοφώτερος γίνεται λαβών ἀφορμήν ὁ σοφός· καί δίκαιος γνούς, προσθήσει τοῦ δέχεσθαι, κατά τήν θείαν Παροιμίαν· σαφῶς αὐτός, πάντων μοι τιμιώτατε, κατ’ αὐτήν ἔδειξας τήν πεῖραν· ἔργῳ διδάξας ὅπερ ὁ θεῖος σοφῶς ὑπαινίσσεται λόγος. Ἅπαξ γάρ ἀκούσας μου κατ’ ἐπιδρομήν ἐπιτόμως, ὡς οἷόν τε ἦν, ἀφηγουμένου τά ἄλλῳ τινί μεγάλῳ γέροντι, καί ὄντως τά θεῖα σοφῷ περί τε τῆς ἁγίας Ἐκκλησίας, καί τῆς ἐν αὐτῇ ἐπιτελουμένης ἁγίας συνάξεως, καλῶς τε καί μυσικῶς θεωρηθέντα· καί, ὡς ἐνῆν μάλιστα διδασκαλικῶς· ἀπῄτεις με (661) κατεπείγων ἐξαυτῆς, ἔγγραφόν σοι ποιεῖσθαι τήν τούτων διήγησιν· λήθης φάρμακον καί βοήθειαν μνήμης ἔχειν τό γράμμα βεβουλημένος, φυσικῶς τόν χρόνον ἐχούσης φάσκων δαμάζοντα· καί ἀνεπαισθήτως διά λήθης τῶν ἐναποκειμένων καλῶν συλᾷν τε καί ἀφανίζειν παντελῶς τούς τύπους καί τάς εἰκόνας δυνάμενον· καί διά τοῦτο πάντως δεομένης τοῦ ἀνακαινίζοντος τρόπου, καθ᾿ ὅν ἡ τοῦ λόγου δύναμις διά παντός ἀκμάζουσα συντηρεῖν πέφυκε τήν μνήμην ἀπαθῆ καί ἀμείωτον. Ὅσον δέ τοῦ ἁπλῶς ἀκούειν, τό καί διαμονήν ἀκαθαίρετον τῶν ἀκουσθέντων ἐπιζητεῖν, ἐστί σοφώτερον, ἐπίσταται πάντως πᾶς ὁ καί μικρόν εὐγενείας λογικῆς ἐπιμελούμενος, καί μή πάντη τῆς πρός τόν λόγον οἰκειότητος ὑπάρχων ἀλλότριος.

Κἀγώ μέν ὤκνουν παρά τήν ἀρχήν, τοῦ λόγου (εἰρήσεται γάρ τἀληθές) τήν ὑπόθεσιν παραιτούμενος· οὐ τῷ μή θέλειν ὑμῖν, ἠγαπημένοι, παντί τρόπῳ διδόναι κατά δύναμιν τό καταθύμιον· ἀλλά τό μήτε τῆς ἐναγούσης πρός τοῦτο τούς ἀξίους μετειληφέναι χάριτος· μήτε μήν πεῖραν ἔχειν τῆς πρός τό λέγειν δυνάμεώς τε καί τριβῆς, ἰδιωτείᾳ συντεθραμμένος, καί λόγων τεχνικῶν παντελῶς ἀμύητος ὑπάρχων, τῶν ἐν μόνῃ τῇ προφορᾷ τήν χάριν ἐχόντων· οἷς οἱ πολλοί μάλιστα χαίρουσι, τῇ ἀκοῇ τήν ἡδονήν περιγράφοντες, κἄν εἰ μηδέν τῶν τιμίων διά βάθους πολλάκις ἔχοιεν· καί τό, κυρώτερον εἰπεῖν καί ἀληθέστερον, δεδοικέναι μή καθυβρίσειν τῇ εὐτελείᾳ τοῦ ἡμετέρου λόγου τήν ἐκείνου τοῦ μακαρίου ἀνδρός περί τῶν θείων ὑψηγορίαν τε καί νόησιν· ὅμως δι᾿ οὖν ὕστερον τῇ βίᾳ τῆς ἀγάπης εἴξας, τῆς πάντων ἰσχυροτέρας, ἐδεξάμην ἑκών τό ἐπίταγμα· γελᾶσθαι μᾶλλον ἐπ᾿ αὐθαδείᾳ τε καί ἀπαιδευσίᾳ, δι᾿ εὐπείθειαν παρά τῶν μεμψιμοίρων ἑλόμενος, ἤ ὑμῖν διά τῆς ἀναβολῆς ἐν παντί καλῷ μή συμπροθυμεῖσθαι βούλεσθαι νομισθῆναι· τήν περί τοῦ πῶς εἰπεῖν μέριμναν τῷ Θεῷ ἐπιῤῥίψας, τῷ μόνῳ θαυματουργῷ· καί διδάσκοντι μέν ἄνθρωπον γνῶσιν, τρανοῦντι δέ γλῶσσαν μογιλάλων καί τοῖς ἀπόροις πόρον ἐπινοοῦντι· καί ἐγείροντι μέν ἀπό γῆς πτωχόν, ἀπό δέ κοπρίας ἀνυψοῦντι πένητα· τοῦ σαρκικοῦ λέγω φρονήματος, καί τῆς δυσώδους τῶν παθῶν ἰλύος· τόν φτωχόν τῷ πνεύματι ἤ τόν κακίας πτωχεύοντα, καί τῆς κατ’ αὐτήν πενόμενον ἕξεως· ἤ τοὐναντίον, καί τόν ἔτι τῷ νόμῳ τῆς σαρκός καί τοῖς πάθεσιν ἐνεχόμενον, καί διά τοῦτο τῆς κατ’ ἀρετήν καί γνῶσιν πτωχεύοντα καί πενόμενον χάριτος. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν ἐπὶ τῆς συνάξεως τελούμενα καθεστήκῃ. ΠΡΟΟΙΜΙΟΝ. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν ἐπὶ τῆς συνάξεως τελούμενα καθεστήκῃ. ΠΡΟΟΙΜΙΟΝ