Λόγος περὶ τῆς τοῦ Χριστοῦ Ἀναστάσεως (Λόγος ΙΓ´)

Ἀδελφοὶ καὶ πατέρες, ἤδη τὸ Πάσχα, ἡ χαρμόσυνος ἡμέρα, ἡ πάσης εὐφροσύνης καὶ θυμηδίας, τῆς τοῦ Χριστοῦ ἀναστάσεως κατὰ περίοδον τοῦ χρόνου παραγινομένης ἀεὶ μᾶλλον δὲ καθ᾿ ἑκάστην καὶ ἀεννάως γινομένης ἐν τοῖς εἰδόσι τὸ μυστήριον ταύτης, χαρᾶς καὶ ἀγαλλιάσεως (Πρβ. Λουκ. α´ 14) ἀφάτου ἐπλήρωσε τὰς καρδίας ἡμῶν, λύσασα ἐπὶ τὸ αὐτὸ τῆς πανσέπτου νηστείας τὸν κόπον ἢ μᾶλλον εἰπεῖν, τελειώσασα καὶ ἅμα παρακαλέσασα ἡμῶν τὰς ψυχάς, διὸ καὶ πρὸς ἀνάπαυσιν καὶ εὐχαριστίαν πάντας ὁμοῦ τοὺς πιστοὺς προσκαλεσαμένη, ὡς ὁρᾶτε, διῆλθεν. Εὐχαριστήσωμεν οὖν τῷ Κυρίῳ, τῷ διαβιβάσαντι ἡμᾶς τὸ πέλαγος (Πρβ. Σ. Σολ. ι´ 18) τῆς νηστείας καὶ εἰς τὸν λιμένα τῆς αὐτοῦ ἀναστάσεως ἀγαγόντι μετ᾿ εὐθυμίας ἡμᾶς· εὐχαριστήσωμεν αὐτῷ, οἵ τε καλῶς καὶ προθύμως μετὰ ζεούσης προθέσεως καὶ ἀγώνων τῆς ἀρετῆς τὸν δρόμον διανύσαντες τῆς νηστείας καὶ οἱ ἀσθενήσαντες περὶ ταῦτα δι᾿ ὀλιγωρίαν καὶ ψυχῆς ἀσθένειαν, ἐπειδή αὐτός ἐστιν ὁ καὶ τοῖς σπουδαίοις ὑπὲρ ἐκ περισσοῦ διδοὺς τοὺς στεφάνους καὶ τοὺς ἀξίους μισθοὺς τῶν ἔργων αὐτῶν, καὶ συγγνώμην αὖθις τοῖς ἀσθενεστέροις, ὡς ἐλεήμων καὶ φιλάνθρωπος, ἀπονέμων. Ὁρᾷ γὰρ τὰς διαθέσεις ἡμῶν τῶν ψυχῶν καὶ τὰς Διαβάστε τη συνέχεια του άρθρου »

Advertisements
Αναρτήθηκε στις Λόγος περὶ τῆς τοῦ Χριστοῦ Ἀναστάσεως (Λόγος ΙΓ´). Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Λόγος περὶ τῆς τοῦ Χριστοῦ Ἀναστάσεως (Λόγος ΙΓ´)