κανονες αγιου ιωαννου του χρυσοστομου.

Κεφάλαιον κανονικόν τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου. Πῶς ἐπακτέον τὰ ἐπιτίμια τοῖς ἁμαρτάνουσι;
Οὐχ ἁπλῶς πρὸς τὸ τῶν ἁμαρτημάτων μέτρον δεῖ τὴν ἐπιτιμίαν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μή ποτε ῥάψαι τὸ διεῤῥωγὸς βουλόμενος, χεῖρον τὸ σχίσμα ποιήσῃς, καὶ ἀνορθῶσαι τὸ καταπεπτωκὸς σπουδάζων, μείζονα ἐργάσῃ τὴν πτῶσιν. Οἱ γὰρ ἀσθενεῖς καὶ διακεχυμένοι καὶ τὸ πλέον τῇ τοῦ κόσμου δεδεμένοι τρυφῇ, ἔτι καὶ ἐπὶ γένει καὶ δυναστείᾳ μέγα φρονεῖν ἔχοντες, ἡρέμα μὲν καὶ κατὰ μικρὸν ἐν οἷς ἄν ἁμάρτωσιν ἐπιστρεφόμενοι, δύναιντ᾿ ἄν, εἰ καὶ μὴ τέλειον, ἀλλ᾿ οὖν ἐκ μέρους τῶν κατεχόντων αὐτοὺς ἀπαλλαγῆναι κακῶν. Ἐὰν δὲ ἀθρόον τις ἐπαναγάγῃ τὴν παίδευσιν, ἐκ τῆς ἐλάττονος αὐτοὺς ἀπεστέρησε διορθώσεως. Ψυχὴ γάρ, ἐπειδὰν ἀπερυθριάσαι βιασθῇ, εἰς ἀνελπιστίαν ἐκπίπτει καὶ οὔτε προσηνέσι λόγοις εἴκει λοιπόν, οὔτε ἀπειλῇ κάμπτεται, οὔτε εὐεργεσία προτρέπεται, ἀλλὰ γίνεται πολὺ χείρων τῆς πόλεως ἐκείνης, ἣν ὁ Προφήτης κακίζων, ἔλεγεν· Ὄψις πόρνης ἐγένετό σοι καὶ ἀπηναισχύντησας πρὸς πάντας. Διὰ τοῦτο πολλῆς δεῖται συνέσεως τῷ ποιμένι πρὸς τὸ περισκοπεῖν πάντοθεν τὴν τῆς ψυχῆς ἕξιν. Ὥσπερ γάρ εἰς ἀπόνοιαν αἴρονται πολλοὶ καὶ εἰς ἀπόγνωσιν τῆς ἑαυτῶν καταπίπτουσι σωτηρίας ἀπὸ τοῦ μὴ δυνηθῆναι πικρῶν ἀνασχέσθαι φαρμάκων, οὕτως εἰσί τινες, οἳ διὰ τὸ μὴ δοῦναι τιμωρίαν τῶν ἁμαρτημάτων ἀντίρροπον, εἰς ὀλιγωρίαν ἐκτρέπονται καὶ πολλῶν γίνονται χείρους καὶ πρὸς μεῖζον ἁμαρτάνειν παράγονται. Χρὴ τοίνυν μηδὲν τούτων ἀνεξέταστον ἀφεῖναι, ἀλλά, πάντα διερευνησάμενον ἀκριβῶς, καταλλήλως τὰς παρ᾿ ἑαυτοῦ προσάγειν τὸν ἱερώμενον, ἵνα μὴ ματαίως αὐτῷ γίνηται ἡ σπουδή. Διαβάστε τη συνέχεια του άρθρου »

Advertisements
Αναρτήθηκε στις κανονες του αγιου ιωαννου του χρυσοστομου.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο κανονες αγιου ιωαννου του χρυσοστομου.