λογος 9.

1. Πάλιν ἐπ᾿ ἐμὲ χρίσμα καὶ Πνεῦμα· καὶ πάλιν ἐγὼ πενθῶν καὶ σκυθρωπάζων πορεύομαι. Θαυμάζετε ἴσως· καὶ Ἡσαΐας, πρὶν μὲν ἰδεῖν τὴν δόξαν Κυρίου, καὶ τὸν θρόνον τὸν ὑψηλόν τε καὶ ἐπηρμένον, καὶ τὰ περὶ αὐτὸν σεραφὶμ, οὐδὲν τοιοῦτον φθέγγεται, οὔτε ἀποδυσπετεῖ, οὔτε δέδοικεν· ἀλλὰ τοῦ μὲν Ἰσραὴλ καταβοᾷ, ἑαυτοῦ δὲ φείδεται καὶ ἀπέχεται, ὡς οὐδὲν ὑπαιτίου. Ἐπεὶ δὲ ταῦτ᾿ εἶδε, καὶ τῆς φωνῆς ἤκουσε τῆς ἁγίας καὶ μυστικῆς, ὥςπερ τι μᾶλλον ἑαυτοῦ συναισθόμενος· Ὢ τάλας, φησὶν, ἐγὼ, ὅτι κατανένυγμαι, καὶ ὅσα ἑξῆς τοῦ λόγου, ἵνα φύγω τὴν βλασφημίαν. Εὑρίσκω δὲ καὶ Μανωὲ τὸν παλαιὸν ἐκεῖνον ἐν τοῖς κριταῖς, καὶ Πέτρον ὕστερον, τὸ τῆς Ἐκκλησίας ἔρεισμα· τὸν μὲν, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, Θεὸν ἑωράκαμεν, ἐπειδὴ κρείττονος ὄψεως ᾔσθετο ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ δύναμιν· τὸν δὲ οὐκ ἐνεγκόντα τὴν τοῦ Σωτῆρος ἐπιστασίαν τε καὶ ἐνέργειαν, ἣν ἐν τῇ ἁλείᾳ τοῖς συμπλέουσιν ἐπεδείξατο, καὶ διὰ τοῦτο θαυμάζοντα μὲν, ἀποπέμποντα δὲ τοῦ πλοίου, καὶ τὴν αἰτίαν προστιθέντα, ὅτι μὴ εἴη ἄξιος θείας ἐπιφανείας καὶ ὁμιλίας.

2. Καὶ τοῦ ἑκατοντάρχου δὲ ὅταν ἀκούω ἐν τοῖς Εὐαγγελίοις, τὴν μὲν δύναμιν ἀπαιτοῦντος, τὴν δὲ παρουσίαν παραιτουμένου, ὡς οὐ χωρούσης αὐτοῦ τῆς στέγης θεῖον ἀξίωμά τε καὶ μέγεθος, οὐκ ἔχω μέμφεσθαι τῆς δειλίας ἐμαυτὸν ταύτης καὶ τῆς σκυθρωπότητος. Ὀφθαλμοῦ μὲν γὰρ ἀτονίαν ἥλιος, ψυχῆς δὲ ἀῤῥωστίαν ἐλέγχει Θεὸς ἐπιδημῶν· καὶ τοῖς μέν ἐστι φῶς, τοῖς δὲ πῦρ, ἑκάστῳ κατὰ τὴν ὑποκειμένην ὕλην τε καὶ ποιότητα. Διαβάστε τη συνέχεια του άρθρου »

Advertisements
Αναρτήθηκε στις λογος 9.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 9.