λογος 8. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.

1. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι· οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς· ἀλλ᾿ ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς· ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀλλ᾿ ὅτι καὶ γινωσκόμενα. Καὶ τὸ πρὸς χάριν οὐ συγχωρεῖται, κἂν ἐθελήσωμεν· ἀλλὰ μέσος ἵσταται, οἷόν τις βραβευτὴς ἔντεχνος, τοῦ λόγου καὶ τῆς ἀληθείας ὁ ἀκροατὴς, οὔτε τὸ παρ᾿ ἀξίαν ἐπαινῶν, καὶ τὸ κατ᾿ ἀξίαν ἀπαιτῶν, ὅ γε δίκαιος. Ὥστε οὐ τοῦτον ἐγὼ φοβοῦμαι τὸν φόβον, μή τι τὴν ἀλήθειαν ὑπερδράμωμεν· ἀλλὰ τοὐναντίον, μή τι τῆς ἀληθείας ἐλλείπωμεν, καὶ παρὰ πολὺ τῆς ἀξίας ἐλθόντες, ἐλαττώσωμεν τὴν δόξαν τοῖς ἐγκωμίοις· ἐπειδὴ χαλεπὸν καὶ πρᾶξιν ἐξισῶσαι καὶ λόγον τοῖς ἐκείνης καλοῖς· μήτε οὖν τι ἀλλότριον ἐπαινείσθω πᾶν, ὃ μὴ δίκαιον· μήτε ἀτιμαζέσθω τὸ οἰκεῖον, εἰ τίμιον· ἵνα μὴ τῷ μὲν κέρδος ἡ ἀλλοτριότης ᾖ, τῷ δὲ εἰς ζημίαν περιστῇ τὸ τῆς οἰκειότητος. Ἀμφοτέρως γὰρ ἂν ὁ τοῦ δικαίου βλάπτοιτο λόγος, κἀκείνων ἐπαινουμένων, καὶ τούτων σιωπωμένων· ὅρῳ δὲ καὶ κανόνι τῇ ἀληθείᾳ χρώμενοι, καὶ πρὸς ταύτην βλέποντες μόνον, ἄλλο δὲ οὐδὲν σκοποῦντες, ὧν οἱ πολλοί τε καὶ εὔωνοι, οὕτω καὶ ἐπαινεσόμεθα καὶ σιωπησόμεθα τὰ ἐπαίνων ἢ σιωπῆς ἄξια.

2. Πάντων δ᾿ ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομεν, ἀλλὰ καὶ πάντων κάκιστον τὴν κατὰ τῶν οἰκειοτάτων παρανομίαν· λόγου δὲ ἀποστεροῦντες, ὃ πάντων μάλιστα τοῖς ἀγαθοῖς ἐστιν ὀφειλόμενον, καὶ ᾧ τὴν μνήμην ἂν αὐτοῖς ἀθάνατον καταστήσαιμεν, ἔπειτα δίκαιόν τι ποιεῖν οἰησόμεθα, καὶ πλείω λόγον ἕξομεν τῶν πονηρῶν τὸ πρὸς χάριν αἰτιωμένων ἢ τῶν ἐπιεικῶν ἀπαιτούντων τὸ πρὸς ἀξίαν. Καὶ τοὺς μὲν ἔξωθεν ἐπαινεῖν οὐ κωλύει τὸ ἄγνωστον καὶ ἀμάρτυρον (καίτοι γε πολλῷ δικαιότερον ἦν), τοὺς γινωσκομένους δὲ ἡ φιλία κωλύσει, καὶ ὁ παρὰ τῶν πολλῶν φθόνος, καὶ τούτων μάλιστα τοὺς ἐνθένδε ἀπηλλαγμένους, καὶ οἷς ἄωρον τὸ χαρίζεσθαι, καταλιποῦσι μετὰ τῶν ἄλλων καὶ τοὺς ἐπαινοῦντας ἢ ψέγοντας. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις λογος 8. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 8. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος.