λογος 6.

1. Λύει μου τὴν γλῶτταν ἡ προθυμία, καὶ περιφρονῶ τὸν ἀνθρώπινον νόμον διὰ τὸν νόμον τοῦ Πνεύματος· καὶ δίδωμι τῇ εἰρήνῃ τὸν λόγον, οὔπω πρότερον οὐδενὶ συγχωρήσας. Πρότερον μὲν γὰρ ἡνίκα ἐστασίαζε πρὸς ἡμᾶς τὰ μέλη, καὶ τὸ μέγα καὶ τίμιον σῶμα τοῦ Χριστοῦ διῃρεῖτο καὶ διεκόπτετο, ὡς μικροῦ καὶ διασκορπίζεσθαι τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην, οἷον γῆς βάθος ἀρότρῳ ῥηγνύμενον, καὶ κατὰ γῆς σκεδαννύμενον, καὶ τὸν ἄτμητον, καὶ ἀμέριστον, καὶ ὑφαντὸν δι᾿ ὅλου χιτῶνα κατατεμὼν ὁ πονηρὸς ὅλον ἑαυτοῦ πεποίητο, τοῦτο δι᾿ ἡμῶν δυνηθεὶς, ὃ διὰ τῶν τὸν Χριστὸν σταυρωσάντων οὐκ ἴσχυσεν· τότε μὲν δὴ φυλακὴν ἐθέμην τοῖς χείλεσιν, οὐδ᾿ ἄλλως προθύμοις οὖσι περὶ τὸν λόγον, ὅτι τῇ δι᾿ ἔργων φιλοσοφίᾳ καθᾶραι πρῶτον ἐμαυτὸν, εἶτα τὸ στόμα τῆς διανοίας ἀνοίξας ἑλκῦσαι πνεῦμα, εἶτα ἐξερεύξασθαι λόγον ἀγαθὸν, καὶ λαλεῖν Θεοῦ σοφίαν τελείαν ἐν τοῖς τελείοις, ἀκολουθίας εἶναι πνευματικῆς ὑπελάμβανον· καὶ ὥσπερ καιρὸς ἐπὶ παντὶ πράγματι καὶ μικρῷ καὶ μείζονι (τὸ γὰρ τοῦ Σολομῶντος εὖ ἔχει καὶ λίαν ἐπεσκεμμένω)ς, οὕτω καὶ λόγου καὶ σιωπῆς, εἰ καί τις ἄλλος, καιρὸν ἐγίνωσκον.

2. Διὰ τοῦτο ἐκωφώθην καὶ ἐταπεινώθην, πόῤῥω παντὸς ἀγαθοῦ γενόμενος· καὶ οἷόν τι νέφος τὴν ἐμὴν καρδίαν ὑποδραμὸν συνεκάλυψε τὴν ἀκτῖνα τοῦ λόγου, καὶ τὸ ἄλγημά μου νυκτὸς καὶ ἡμέρας ἀνεκαινίζετο. Καὶ πάντα μοι ἦν ὑπεκκαύματα καὶ ὑπομνήματα τῆς τῶν ἀδελφῶν διαζεύξεως, ἀγρυπνίαι, νηστεῖαι, προσευχαὶ, Διαβάστε τη συνέχεια του άρθρου »

Advertisements
Αναρτήθηκε στις λογος 6.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 6.