λογος 4. Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτικὸς πρῶτος.

1. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· καλῶ γὰρ ἅπαντας, ὥσπερ ἐξ ἀπόπτου τινὸς καὶ μεσαιτάτης περιωπῆς, μεγάλῳ καὶ ὑψηλῷ τῷ κηρύγματι· ἀκούσατε, λαοὶ, φυλαὶ, γλῶςσαι, πᾶν γένος ἀνθρώπων, καὶ ἡλικία πᾶσα, ὅσοι τε νῦν ἐστε, καὶ ὅσοι γενήσεσθε· καὶ ἵν᾿ ᾖ μοι μεῖζον τὸ κήρυγμα, πᾶσα δύναμις τῶν οὐρανῶν, πάντες ἄγγελοι, οἷς ἔργον ἡ τοῦ τυράννου κατάλυσις, οὐ τὸν Σηὼν καθελοῦσι τὸν βασιλέα τῶν Ἀμοῤῥαίων, οὐδὲ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, μικροὺς δυνάστας, καὶ μικρὸν μέρος τῆς οἰκουμένης κακοῦντας τὸν Ἰσραήλ· ἀλλὰ τὸν δράκοντα, τὸν ἀποστάτην, τὸν νοῦν τὸν μέγαν, τὸν Ἀσσύριον, τὸν κοινὸν ἁπάντων ἐχθρὸν καὶ πολέμιον, τὸν πολλὰ μὲν ἐπὶ γῆς μανέντα καὶ ἀπειλήσαντα, πολλὴν δὲ ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντά τε καὶ μελετήσαντα.

2. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ· καιρὸς γάρ μοι τὰ αὐτὰ τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἡσαΐᾳ συμφθέγξασθαι. Πλὴν ὅσον ὁ μὲν ἐπὶ τῷ Ἰσραὴλ ἀθετήσαντι ταῦτα καλεῖ καὶ μαρτύρεται· ἐγὼ δὲ ἐπὶ τυράννῳ, καὶ ἀθετήσαντι καὶ πεσόντι πτῶμα τῆς ἀσεβείας ἄξιον.

3. Ἄκουε, καὶ ἡ τοῦ μεγάλου Κωνσταντίου ψυχὴ, εἴ τις αἴσθησις, ὅσαι τε πρὸ αὐτοῦ βασιλέων φιλόχριστοι· τοῦ δὲ καὶ πάντων μάλιστα, ὅσῳ τῇ Χριστοῦ κληρονομίᾳ συναυξηθεὶς, καὶ αὐξήσας ταύτην εἰς δύναμιν, καὶ χρόνῳ βεβαιωσάμενος, ὥστε καὶ πάντων διὰ τοῦτο γενέσθαι τῶν πώποτε βασιλέων ὀνομαστότατος, (ὢ τῆς ἐπηρεία!)ς ἀγνόημα ἠγνόησε σφόδρα τῆς οἰκείας εὐσεβείας ἀνάξιον· ἔλαθεν ἐπιτρέφων Χριστιανοῖς τὸν Χριστοῦ πολέμιον, καὶ τοῦτο μόνον τῶν ἁπάντων οὐ καλῶς Διαβάστε τη συνέχεια του άρθρου »

Advertisements
Αναρτήθηκε στις λογος 4. Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτικὸς πρῶτος.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 4. Κατὰ Ἰουλιανοῦ Βασιλέως Στηλιτευτικὸς πρῶτος.