λογος 3.

1.· Ἥττημαι, καὶ τὴν ἧτταν ὁμολογῶ· ὑπετάγην τῷ Κυρίῳ, καὶ ἱκέτευσα αὐτόν· ὁ γάρ μοι μακαριώτατος Δαβὶδ ἀρχέτω τοῦ λόγου· μᾶλλον δὲ ὁ ἐν τῷ Δαβὶδ φθεγξάμενος, καὶ εἰσέτι καὶ νῦν δι᾿ αὐτοῦ φθεγγόμενος. Ἐπειδὴ καὶ τάξις ἀρίστη παντὸς ἀρχομένῳ καὶ λόγου καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύεσθαι. Τὸ δὲ αἴτιον ἢ τῆς πρωτοῦ στάσεως καὶ ὀλιγοψυχίας, δι᾿ ἣν ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἀφ᾿ ὑμῶν χρόνον οὐ μικρὸν ἴσως τοῖς γε ποθοῦσιν, ἢ τῆς νῦν ἡμερότητος καὶ μεταβολῆς, δι᾿ ἣν αὖθις ἐμαυτὸν ἔδωκα φέρων ὑμῖν, ἄλλος μὲν ἄλλο τι οἰέσθω τε καὶ λεγέτω τῶν ἢ μισούντων ἢ ἀγαπώντων ἡμᾶς· ὁ μὲν οὐκ ἀφιεὶς αἰτίας, ὁ δὲ καὶ προσαποδεχόμενος· οὐδὲν γὰρ οὕτως ἡδὺ τοῖς ἀνθρώποις ὡς τὸ λαλεῖν τὰ ἀλλότρια, καὶ μάλιστα ἐὰν τύχωσιν ὑπ᾿ εὐνοίας τινὸς ἢ μίσους ἑλκόμενοι, ὑφ᾿ ὧν καὶ φιλεῖ κλέπτεσθαι ὡς τὰ πολλὰ ἡ ἀλήθεια. Ἐγὼ δὲ τἀληθὲς εἰς μέσον θήσω, μηδὲν αἰσχυνθεὶς, καὶ διαιτήσω δικαίως ἀμφοτέροις τοῖς μέρεσιν, ὅσοι τε κατηγοροῦσιν ἡμῶν, καὶ ὅσοι ὑπεραπολογοῦνται προθύμως· τὸ μέν τι κατηγορήσας ἐμαυτοῦ, τὸ δὲ ὑπεραπολογησάμενος.

2. Καὶ ἵνα γε καθ᾿ ὁδὸν ὁ λόγος ἡμῖν προΐῃ, περὶ τῆς δειλίας προτέρας οὔσης καὶ διαλέξομαι· οὐδὲ γὰρ ἀνέχομαι πλήττεσθαί τινας ἐν ἐμοὶ τῶν πάντα τηρούντων ἐπιμελῶς τὰ ἡμέτερα, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα· ἐπειδή τι τὸ καθ᾿ ἡμᾶς εἶναι Χριστιανοῖς εὐδόκησεν ὁ Θεὸς, καὶ τοὺς ἤδη πεπληγότας, εἴπερ τινὲς εἰσὶ, διὰ τῆς ἀπολογίας ἰάσομαι· καλὸν γὰρ μήτε ἁμαρτάνοντα, μήτε ὑπονοούμενον, ἕως ἂν οἷόν τε ᾖ, καὶ ὁ λόγος αἱρῇ, τιθέναι πρόσκομμα τοῖς πολλοῖς ἢ σκάνδαλον· εἴπερ καὶ τοῖς ἕνα τῶν μικρῶν σκανδαλίσασιν ἴσμεν ὅπως ἀπαραίτητος καὶ βαρυτάτη παρὰ τοῦ ἀψευδοῦς ἡ τιμωρία. Διαβάστε τη συνέχεια του άρθρου »

Advertisements
Αναρτήθηκε στις λογος 3.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 3.