λογος 2.

1. Πῶς βραδεῖς ἐπὶ τὸν ἡμέτερον λόγον, ὦ φίλοι καὶ ἀδελφοὶ, καίτοι γε ταχεῖς εἰς τὸ τυραννῆσαι, καὶ τῆς ἡμετέρας ἀκροπόλεως ἀποσπᾶσαι τῆς ἐρημίας, ἣν ἐγὼ πάντων μάλιστα ἠσπασάμην, καὶ ὡς συνεργὸν καὶ μητέρα τῆς θείας ἀναβάσεως, καὶ θεοποιὸν, διαφερόντως ἠγάσθην τε καὶ παντὸς τοῦ βίου προεστησάμην; Πῶς ὃ λαβεῖν ἐποθεῖτε περιφρονεῖτε λαβόντες, καὶ βελτίους ἐφάνητε ποθεῖν ἀπόντας, ἢ ἀπολαύειν παρόντων, ὥσπερ κρατῆσαι μᾶλλον τῆς ἡμετέρας φιλοσοφίας ἢ ὄνασθαι ταύτης θελήσαντες; Ἢ καλόν μοι καὶ τοῦτο εἰπεῖν· ἐγενήθημεν ὑμῖν εἰς πλησμονὴν, πρὶν γευσθῆναι, καὶ πεῖραν δοῦναι· τὸ παραδοξότατον.

2. Καὶ οὐδὲ ὡς ξένους ἡμᾶς συνηγάγητε, ἢ συνήχθητε μεθ᾿ ἡμῶν, ἵν᾿ εἴπω τι συμπαθέστερον, ταύτην, εἰ μή τι ἄλλο, τὴν ἐντολὴν αἰδεσθέντες· οὐδὲ ὡς ἀρχομένους ἐχειραγωγήσατε, οὐδὲ ὡς δειλοὺς ἐθαρσύνατε, οὐδὲ ὡς βιασθέντας παρεκαλέσατε· ἀλλ᾿ ἀνέορτον ἡμῖν, ὀκνῶ μὲν εἰπεῖν, εἰρήσθω δὲ ὅμως, πεποιήκατε τὴν ἑορτὴν, καὶ προοιμίοις οὐκ ἀγαθοῖς ἡμᾶς ἐδεξιώσασθε· καὶ τῇ πανηγύρει κατήφειαν κατεμίξατε, τὸ μέγιστον εἰς ἡδονὴν οὐκ ἐχούσῃ τοὺς ἐμοὺς νικητὰς ὑμᾶς, οὐ γὰρ ἐραστὰς εἰπεῖν ἀληθές. Οὕτως εὐκαταφρόνητον ἅπαν τὸ ῥᾳδίως νικώμενον· καὶ θεραπεύεται μὲν τὸ ὑψηλὸν, ἀτιμάζεται δὲ τὸ Θεῷ ταπεινούμενον. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις λογος 2.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 2.