λογος 14. Περὶ φιλοπτωχίας.

1. Ἄνδρες ἀδελφοὶ καὶ συμπένητες, πτωχοὶ γὰρ ἅπαντες, καὶ τῆς θείας χάριτος ἐπιδεεῖς, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ, μικροῖς μέτροις μετρούμενος, δέξασθε τὸν περὶ φιλοπτωχίας λόγον, μὴ πενιχρῶς, ἀλλὰ φιλοτίμως, ἵνα βασιλείαν πλουτήσητε· συνεύξασθε δὲ καὶ ἡμᾶς πλουσίως τοῦτον ὑμῖν χορηγῆσαι, καὶ θρέψαι τῷ λόγῳ τὰς ὑμετέρας ψυχὰς, καὶ διαθρύψαι πεινῶσι τὸν πνευματικὸν ἄρτον· εἴτε ἀπ᾿ οὐρανοῦ τροφὴν ὕοντας, καθάπερ Μωϋσῆς ὁ παλαιὸς ἐκεῖνος, καὶ ἄρτον ἀγγέλων χαριζομένους· εἴτε ἄρτοις ὀλίγοις ἐν ἐρημίᾳ τρέφοντας μέχρι κόρου καὶ μυριάδας, καθάπερ Ἰησοῦς ὕστερον, ὁ ἀληθινὸς ἄρτος, καὶ τῆς ἀληθινῆς ζωῆς αἴτιος. Ἔστι μὲν οὖν οὐ πάνυ τι ῥᾴδιον τῶν ἀρετῶν τὴν νικῶσαν εὑρεῖν, καὶ ταύτῃ δοῦναι τὰ πρεσβεῖα καὶ τὰ νικητήρια· ὥσπερ οὐδὲ ἐν λειμῶνι πολυανθεῖ καὶ εὐώδει, τῶν ἀνθέων τὸ κάλλιστον καὶ εὐωδέστατον, ἄλλοτε ἄλλου τὴν ὄσφρησιν καὶ τὴν ὄψιν πρὸς ἑαυτὸ μεθέλκοντος, καὶ πρῶτον δρέπεσθαι πείθοντος. Ὡς δ᾿ οὖν ἐμὲ, περὶ τούτων διελέσθαι σκεπτέον οὕτως.

2. Καλὸν πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία ταῦτα· καὶ μάρτυς τῆς πίστεως Ἀβραὰμ, δικαιωθεὶς ἐκ πίστεως· τῆς ἐλπίδος, Ἐνὼς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον, καὶ πάντες οἱ δίκαιοι διὰ τὴν ἐλπίδα κακοπαθοῦντες· τῆς ἀγάπης, ὁ θεῖος Ἀπόστολος, τολμήσας τι καὶ καθ᾿ ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι· καὶ ὁ Θεὸς αὐτὸς, ἀγάπη καλούμενος. Καλὸν ἡ φιλοξενία· καὶ μάρτυς ἐν μὲν δικαίοις, Λὼτ ὁ Σοδομίτης, καὶ οὐ Σοδομίτης τὸν τρόπον· ἐν δὲ ἁμαρτωλοῖς, Ῥαὰβ ἡ πόρνη, καὶ οὐ πόρνη τὴν προαίρεσιν, διὰ φιλοξενίαν ἐπαινεθεῖσά τε καὶ σωθεῖσα. Διαβάστε τη συνέχεια του άρθρου »

Advertisements
Αναρτήθηκε στις λογος 14. Περὶ φιλοπτωχίας.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 14. Περὶ φιλοπτωχίας.