λογος 11.

1. Φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα τῶν ὄντων οὐδὲν, οὐδέ τις σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Φίλος πιστὸς σκέπη κραταιὰ, καὶ ὠχυρωμένον βασίλειον. Φίλος πιστὸς θησαυρὸς ἔμψυχος. Φίλος πιστὸς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Φίλος πιστὸς κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη, κατὰ καιρὸν ἀνοιγόμενά τε καὶ μεταλαμβανόμενα. Φίλος πιστὸς λιμὴν ἀναψύξεως. Ἂν δὲ καὶ συνέσει διαφέρῃ, πηλίκον; Εἰ δὲ καὶ παιδείαν ἄκρος, καὶ παιδείαν παντοίαν, τήν τε ἡμετέραν λέγω καὶ τήν ποτε ἡμετέραν, ὅσῳ λαμπρότερον; Εἰ δὲ καὶ υἱὸς φωτὸς, ἢ ἄνθρωπος τοῦ Θεοῦ, ἢ ἐγγίζων Θεῷ, ἢ ἀνὴρ ἐπιθυμιῶν τῶν κρειττόνων. ἤ τι τῶν τοιούτων ὀνομάζεσθαι ἄξιος, οἷς ἡ Γραφὴ τιμᾷ τοὺς ἐνθέους, καὶ ὑψηλοὺς, καὶ τῆς ἄνω μερίδος, τοῦτο μὲν ἤδη δῶρον Θεοῦ, καὶ φανερῶς ὑπὲρ τὴν ἀξίαν τὴν ἡμετέραν. Εἰ δὲ καὶ παρὰ φίλου πρὸς ἡμᾶς ἥκων, καὶ τούτου τήν τε ἀρετὴν ὁμοτίμου, καὶ τὴν φιλίαν τὴν ἡμετέραν, ἔτι τερπνότερόν τε καὶ χαριέστερον, καὶ μύρου τοῦ κοσμοῦντος πώγωνά τε ἱερέως καὶ ὤαν ἐνδύματος εὐωδέστερον.

2. Ἆρ᾿ οὖν ἱκανὰ ταῦτα, καὶ μετρίως ὑμῖν τὸν ἄνδρα ὁ λόγος ἔγραψεν; Ἢ δεῖ, καθάπερ τοὺς ἐπιμελεῖς τῶν ζωγράφων, πολλάκις ἐπιβάλλειν τὰ χρώματα, ἵνα τελεωτέραν ὑμῖν τὴν τοῦ λόγου γραφὴν παραστήσωμεν; Καὶ δὴ γράψομεν ὑμῖν τελεώτερόν τε καὶ σαφέστερον. Τίς νομοθετῶν ἐπιφανέστατος; Μωϋσῆς. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις λογος 11.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 11.