λογος 1.

ΛΟΓΟΣ 1.

Εἰς τὸ ἅγιον Πάσχα καὶ εἰς τὴν βραδύτητα.

1. Ἀναστάσεως ἡμέρα, καὶ ἡ ἀρχὴ δεξιά, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα· εἴπωμεν, ἀδελφοὶ, καὶ τοῖς μισοῦσιν ἡμᾶς, μὴ ὅτι τοῖς δι᾿ ἀγάπην τι πεποιηκόσιν, ἢ πεπονθόσι· συγχωρήσωμεν πάντα τῇ ἀναστάσει· δῶμεν συγγνώμην ἀλλήλοις, ἐγώ τε ὁ τυραννηθεὶς τὴν καλὴν τυραννίδα, τοῦτο γὰρ νῦν προστίθημι, καὶ ὑμεῖς οἱ καλῶς τυραννήσαντες, εἴ τί μοι μέμφοισθε τῆς βραδύτητος, ὡς τάχα γε κρείττων αὕτη καὶ τιμιωτέρα Θεῷ τῆς ἑτέρων ταχύτητος· ἀγαθὸν γὰρ καὶ ὑποχωρῆσαι Θεῷ τι μικρὸν, ὡς Μωϋσῆς ἐκεῖνος τὸ παλαιὸν, καὶ Ἱερεμίας ὕστερον, καὶ προσδραμεῖν ἑτοίμως καλοῦντι, ὡς Ἀαρών τε καὶ Ἡσαΐας, μόνον εὐσεβῶς ἀμφότερα, τὸ μὲν διὰ τὴν οἰκείαν ἀσθένειαν, τὸ δὲ διὰ τὴν τοῦ καλοῦντος δύναμιν.

2. Μυστήριον ἔχρισέ με, μυστηρίῳ μικρὸν ὑπεχώρησα, ὅσον ἐμαυτὸν ἐπισκέψασθαι· μυστηρίῳ καὶ συνεισέρχομαι, καλὴν ἐπαγόμενος τῆς ἐμῆς δειλίας καὶ ἀσθενείας ἐπίκουρον τὴν ἡμέραν, ἵν᾿ ὁ σήμερον ἐκ νεκρῶν ἀναστὰς κἀμὲ καινοποιήσῃ τῷ πνεύματι, καὶ τὸν καινὸν ἐνδύσας ἄνθρωπον, δῷ τῇ καινῇ κτίσει, τοῖς κατὰ Θεὸν γεννωμένοις, πλάστην ἀγαθὸν καὶ διδάσκαλον Χριστῷ καὶ συννεκρούμενον προθύμως καὶ συνανιστάμενον. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις λογος 1.. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο λογος 1.