Ἐκατοντὰς Δευτέρα

2.1 (α’) Ὁ γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως προσεύχεται· καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως τὸν Θεὸν ἀγαπᾷ. Οὐκ εὔχεται δὲ ἀπερισπάστως ὅ τινι τῶν ἐπιγείων ἔχων τὸν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τὸν Θεὸν ὅ τινι τῶν ἐπιγείων ἔχον τὸν νοῦν προσδεδεμένον.

2.2 (β’) Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ πάθος ἔχει πάντως πρὸς αὐτό, οἷον ἐπιθυμίας ἢ λύπης ἢ ὀργῆς ἢ μνησικακίας· καὶ εἰ μὴ τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.

2.3 (γ’) Τὰ μὲν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι τοῖς ὑλικοῖς· καὶ τοῦ Θεοῦ χωρίσαντα αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. Ἡ δὲ τοῦ Θεοῦ ἀγάπη κρατήσασα λύει αὐτὸν τῶν δεσμῶν, περιφρονεῖν πείθουσα οὐ μόνον τῶν αἰσθητῶν πραγμάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς.

2.4 (δ’) Ἔργον τῶν ἐντολῶν, ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώσεως δὲ καὶ θεωρίας, ἄϋλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι· ἐκ δὲ τούτου συμβαίνει τὸ ἀπερισπάστως προσεύχεσθαι.

(≡14__212≡> 2.5 (ε’) Οὐκ ἀρκεῖ ἡ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν τῶν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰ μὴ καὶ διάφοροι αὐτὸν διαδέχονται πνευματικαὶ θεωρίαι. Ἡ μὲν γὰρ ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ, αἱ δὲ καὶ λήθης καὶ ἀγνοίας αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύχεσθαι. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις Ἐκατοντὰς Δευτέρα. Δεν επιτρέπεται σχολιασμός στο Ἐκατοντὰς Δευτέρα