Πως τε και ποιω τροπω εικων εστι και τυπος Θεου η αγια Εκκλησια

Α. Πῶς τε καὶ ποίῳ τρόπῳ εἰκών ἐστι καὶ τύπος Θεοῦ ἡ ἁγία Ἐκκλησία

Τὴν τοίνυν ἁγίαν Ἐκκλησίαν, κατὰ πρώτην θεωρίας ἐπιβολήν, τύπον καὶ εἰκόνα Θεοῦ φέρειν ἔλεγεν ὁ μακάριος γέρων ἐκεῖνος, ὡς τὴν αὐτὴν αὐτῷ κατὰ μίμησιν καὶ τύπον ἐνέργειαν ἔχουσαν.

Ὥσπερ γὰρ ὁ Θεὸς πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καὶ εἰς τὸ εἶναι παραγαγὼν συνέχει καὶ συνάγει καὶ περιγράφει, καὶ ἀλλήλοις καὶ ἑαυτῷ προνοητικῶς ἐνδιασφίγγει τά τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ περὶ ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος πάντα περικρατῶν τὰ κατὰ τὴν φύσιν ἀλλήλων διεστηκότα, κατὰ μίαν τὴν πρὸς αὐτὸν ὡς ἀρχὴν σχέσεως δύναμιν ἀλλήλοις συννενευκότα ποιεῖ, καθ᾽ ἣν εἰς ταυτότητα κινήσεώς τε καὶ ὑπάρξεως ἀδιάφθορον καὶ ἀσύγχυτον ἄγει τὰ πάντα πρὸς οὐδὲν οὐδενὸς τῶν ὄντων προηγουμένως κατὰ φύσεως διαφορὰν ἢ κινήσεως στασιάζοντός τε καὶ διαιρουμένου, πάντων πᾶσι κατὰ τὴν μίαν τῆς μόνης ἀρχῆς καὶ αἰτίας ἀδιάλυτον σχέσιν τε καὶ φρουρὰν ἀφύρτως συμπεφυκότων, τὴν πάσας τε καὶ ἐπὶ πᾶσι κατὰ (≡14__052≡> τὴν ἑκάστου τῶν ὄντων φύσιν θεωρουμένας ἰδικὰς σχέσεις καταργοῦσάν τε καὶ ἐπικαλύπτουσαν, οὐ τῷ φθείρειν αὐτὰς καὶ ἀναιρεῖν καὶ μὴ εἶναι ποιεῖν, ἀλλὰ τῷ νικᾷν καὶ ὑπερφαίνεσθαι, ὥσπερ ὁλότης μερῶν, ἢ καὶ αὐτῆς αἰτία τῆς ὁλότητος ἐπιφαινομένη, καθ᾽ ἣν ἥ τε ὁλότης αὐτὴ καὶ τὰ τῆς ὁλότητος μέρη φαίνεσθαί τε καὶ εἶναι πέφυκεν, ὡς ὅλην ἔχοντα τὴν αἰτίαν ἑαυτῶν ὑπερλάμπουσαν, καὶ ὥσπερ ἥλιος ὑπερφανεὶς ἀστέρων καὶ φύσιν καὶ δύναμιν, οὕτω τὴν αὐτῶν ὡς αἰτιατῶν αἰτίαν καλύπτουσαν ὕπαρξιν. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις Πως τε και ποιω τροπω εικων εστι και τυπος Θεου η αγια Εκκλησια. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Πως τε και ποιω τροπω εικων εστι και τυπος Θεου η αγια Εκκλησια