Αγιος Μάξιμος ο Ομολογητής Περί διαφόρων αποριών των αγίων Διονυσίου και Γρηγορίου

΄

PG 91. Εντός παρενθέσεων αριθμοί μέσα στο κείμενο, π.χ. (72), δηλώνουν την αντίστοιχη στήλη του τόμου της PG.

ΓΙΑ ΝΑ ΔΙΑΒΑΣΕΤΕ ΠΟΛΥΤΟΝΙΚΑ – TO READ POLYTONIC GREEK

Myriobiblos Home

Τῷ ἡγιασμένῳ δούλῳ τοῦ Θεοῦ, Πατρί πνευματικῷ καί διδασκάλῳ κυρίῳ Θωμᾶ, Μάξιμος ταπεινός καί ἁμαρτωλός, ἀνάξιος δοῦλος καί μαθητής.

Ἀπλανοῦς θεωρίας ἐξ ἐμμελοῦς περί τά θεῖα σπουδῆς ἕξιν λαβών ἀναλλοίωτον, οὐχ ἁπλῶς σοφίας, ἀλλά τοῦ κάλλους αὐτῆς, Θεῷ λίαν ἠγαπημένε, γέγονας ἐραστής σωφρονέστατος. Σοφίας δέ κάλλος ἐστί γνῶσις ἔμπρακτος, ἤ πρᾶξις ἔνσοφος, ὧν ἐστι χαρακτήρ ὡς δι᾿ ἀμφοῖν συμπληρούμενος, ὁ τῆς θείας προνοίας καί κρίσεως λόγος. Καθ᾿ ὅν αἰσθήσει τόν νοῦν συμπλέξας διά τοῦ πνεύματος, ἔδειξας ὡς ἀληθῶς πῶς ὁ Θεός κατ᾿ εἰκόνα Θεοῦ ποιεῖν πέφυκε τόν ἄνθρωπον, τόν τε πλοῦτον τῆς ἀγαθότητος κατέστησας γνώριμον, πολυτελῶς τῇ καλῇ μίξει τῶν ἐναντίων ἐν σεαυτῷ δεικνύς τόν Θεόν ταῖς ἀρεταῖς σωματούμενον, οὗ τῷ ὕψει συμμετρήσας μιμήσει τήν κένωσιν ἕως ἐμοῦ κατελθεῖν οὐκ ἀπηξίωσας, ἐκεῖνα ζητῶν ὧν πεπονθώς ἔχει τήν εἴδησιν. Εἰσί δέ Διονυσίου καί Γρηγορίου κεφάλαια τῶν ἁγίων ἐκείνων ὑπερευφήμων τε (1033) καί μακαρίων ἀνδρῶν, τῆς ὄντως ἐκλογῆς τῶν ἀνέκαθεν κατά πρόθεσιν τῶν αἰώνων τῷ Θεῷ προσθεμένων, τῶν πᾶσαν ὡς ἀληθῶς τήν ἐφικτήν τοῖς ἁγίοις χύσιν τῆς σοφίας εἰσδεξαμένων, καί τῇ ἀποθέσει τῆς κατά φύσιν ζωῆς ψυχῆς οὐσίαν πεποιημένων, καί διά τοῦτο ζῶντα μονώτατον τόν Χριστόν ἐσχηκότων, καί τό δή μεῖζον εἰπεῖν, Διαβάστε τη συνέχεια του άρθρου »

Advertisements
Αναρτήθηκε στις Αγιος Μάξιμος ο Ομολογητής Περί διαφόρων αποριών των αγίων Διονυσίου και Γρηγορίου. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Αγιος Μάξιμος ο Ομολογητής Περί διαφόρων αποριών των αγίων Διονυσίου και Γρηγορίου