Πως τε και ποιω τροπω εικων εστι και τυπος Θεου η αγια Εκκλησια

Α. Πῶς τε καὶ ποίῳ τρόπῳ εἰκών ἐστι καὶ τύπος Θεοῦ ἡ ἁγία Ἐκκλησία

Τὴν τοίνυν ἁγίαν Ἐκκλησίαν, κατὰ πρώτην θεωρίας ἐπιβολήν, τύπον καὶ εἰκόνα Θεοῦ φέρειν ἔλεγεν ὁ μακάριος γέρων ἐκεῖνος, ὡς τὴν αὐτὴν αὐτῷ κατὰ μίμησιν καὶ τύπον ἐνέργειαν ἔχουσαν.

Ὥσπερ γὰρ ὁ Θεὸς πάντα τῇ ἀπείρῳ δυνάμει ποιήσας καὶ εἰς τὸ εἶναι παραγαγὼν συνέχει καὶ συνάγει καὶ περιγράφει, καὶ ἀλλήλοις καὶ ἑαυτῷ προνοητικῶς ἐνδιασφίγγει τά τε νοητὰ καὶ τὰ αἰσθητά, καὶ περὶ ἑαυτὸν ὡς αἰτίαν καὶ ἀρχὴν καὶ τέλος πάντα περικρατῶν τὰ κατὰ τὴν φύσιν ἀλλήλων διεστηκότα, κατὰ μίαν τὴν πρὸς αὐτὸν ὡς ἀρχὴν σχέσεως δύναμιν ἀλλήλοις συννενευκότα ποιεῖ, καθ᾽ ἣν εἰς ταυτότητα κινήσεώς τε καὶ ὑπάρξεως ἀδιάφθορον καὶ ἀσύγχυτον ἄγει τὰ πάντα πρὸς οὐδὲν οὐδενὸς τῶν ὄντων προηγουμένως κατὰ φύσεως διαφορὰν ἢ κινήσεως στασιάζοντός τε καὶ διαιρουμένου, πάντων πᾶσι κατὰ τὴν μίαν τῆς μόνης ἀρχῆς καὶ αἰτίας ἀδιάλυτον σχέσιν τε καὶ φρουρὰν ἀφύρτως συμπεφυκότων, τὴν πάσας τε καὶ ἐπὶ πᾶσι κατὰ (≡14__052≡> τὴν ἑκάστου τῶν ὄντων φύσιν θεωρουμένας ἰδικὰς σχέσεις καταργοῦσάν τε καὶ ἐπικαλύπτουσαν, οὐ τῷ φθείρειν αὐτὰς καὶ ἀναιρεῖν καὶ μὴ εἶναι ποιεῖν, ἀλλὰ τῷ νικᾷν καὶ ὑπερφαίνεσθαι, ὥσπερ ὁλότης μερῶν, ἢ καὶ αὐτῆς αἰτία τῆς ὁλότητος ἐπιφαινομένη, καθ᾽ ἣν ἥ τε ὁλότης αὐτὴ καὶ τὰ τῆς ὁλότητος μέρη φαίνεσθαί τε καὶ εἶναι πέφυκεν, ὡς ὅλην ἔχοντα τὴν αἰτίαν ἑαυτῶν ὑπερλάμπουσαν, καὶ ὥσπερ ἥλιος ὑπερφανεὶς ἀστέρων καὶ φύσιν καὶ δύναμιν, οὕτω τὴν αὐτῶν ὡς αἰτιατῶν αἰτίαν καλύπτουσαν ὕπαρξιν. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις Πως τε και ποιω τροπω εικων εστι και τυπος Θεου η αγια Εκκλησια. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Πως τε και ποιω τροπω εικων εστι και τυπος Θεου η αγια Εκκλησια

ΚΔ. Τινων εστιν ενεργητικη τε και αποτελιστικη μυστηριων, δια …

ΚΔ. Τίνων ἐστὶν ἐνεργητική τε καὶ ἀποτελιστικὴ μυστηρίων, διὰ τῶν τελουμένων κατὰ τὴν ἁγίαν σύναξιν θεσμῶν ἐν τοῖς πιστοῖς καὶ πιστῶς συναγομένοις, ἡ παραμένουσα τοῦ ἁγίου Πνεύματος χάρις

Τοιγαροῦν ᾤετο δεῖν ὁ μακάριος γέρων καὶ παρακαλεῖν οὐκ ἐπαύετο πάντα Χριστιανὸν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ σχολάζειν καὶ μὴ ἀπολιμπάνεσθαί ποτε τῆς ἐν αὐτῇ τελουμένης ἁγίας συνάξεως, διά τε τοὺς παραμένοντας αὐτῇ ἁγίους ἀγγέλους, καὶ ἀπογραφομένους ἑκάστοτε τοὺς εἰσιόντας καὶ ἐμφανίζοντας τῷ Θεῷ καὶ τὰς ὑπὲρ αὐτῶν δεήσεις ποιουμένους, καὶ διὰ τὴν ἀοράτως ἀεὶ μὲν παροῦσαν τοῦ ἁγίου Πνεύματος χάριν, ἰδιοτρόπως δὲ μάλιστα κατὰ τὸν καιρὸν τῆς ἁγίας συνάξεως, καὶ ἕκαστον τῶν εὑρισκομένων μεταποιοῦσάν τε καὶ μετασκευάζουσαν, καὶ ἀληθὲς μεταπλάττουσαν ἐπὶ τὸ θειότερον ἀναλόγως ἑαυτῷ, καὶ πρὸς τὸ δηλούμενον διὰ τῶν τελουμένων μυστηρίων ἄγουσαν· κἂν αὐτὸς μὴ αἰσθάνηται, εἴπερ τῶν ἔτι κατὰ Χριστὸν νηπίων ἐστὶ καὶ εἰς τὸ βάθος τῶν γινομένων ὁρᾷν ἀδυνατεῖ, καὶ τὴν δηλουμένην δι᾽ ἑκάστου τῶν τελουμένων θείων συμβόλων τῆς σωτηρίας ἐν αὐτῷ χάριν ἐνεργοῦσαν, καθ᾽ εἱρμὸν καὶ τάξιν ἀπὸ τῶν προσεχῶν μέχρι τοῦ πάντων τέλους ὁδεύουσαν. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις ΚΔ. Τινων εστιν ενεργητικη τε και αποτελιστικη μυστηριων. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο ΚΔ. Τινων εστιν ενεργητικη τε και αποτελιστικη μυστηριων, δια …

Ἐκατοντὰς Δευτέρα

2.1 (α’) Ὁ γνησίως τὸν Θεὸν ἀγαπῶν, οὗτος καὶ ἀπερισπάστως πάντως προσεύχεται· καὶ ὁ ἀπερισπάστως πάντως προσευχόμενος, οὗτος καὶ γνησίως τὸν Θεὸν ἀγαπᾷ. Οὐκ εὔχεται δὲ ἀπερισπάστως ὅ τινι τῶν ἐπιγείων ἔχων τὸν νοῦν προσηλωμένον· οὐκ ἄρα ἀγαπᾷ τὸν Θεὸν ὅ τινι τῶν ἐπιγείων ἔχον τὸν νοῦν προσδεδεμένον.

2.2 (β’) Ὁ νοῦς πράγματι χρονίζων αἰσθητῷ πάθος ἔχει πάντως πρὸς αὐτό, οἷον ἐπιθυμίας ἢ λύπης ἢ ὀργῆς ἢ μνησικακίας· καὶ εἰ μὴ τοῦ πράγματος ἐκείνου καταφρονεῖ, τοῦ πάθους ἐκείνου ἐλευθεροῦσθαι οὐ δύναται.

2.3 (γ’) Τὰ μὲν πάθη τοῦ νοῦ κρατοῦντα συνδεσμοῦσιν αὐτὸν τοῖς πράγμασι τοῖς ὑλικοῖς· καὶ τοῦ Θεοῦ χωρίσαντα αὐτοῖς ἐνασχολεῖσθαι ποιοῦσιν. Ἡ δὲ τοῦ Θεοῦ ἀγάπη κρατήσασα λύει αὐτὸν τῶν δεσμῶν, περιφρονεῖν πείθουσα οὐ μόνον τῶν αἰσθητῶν πραγμάτων, ἀλλὰ καὶ αὐτῆς ἡμῶν τῆς προσκαίρου ζωῆς.

2.4 (δ’) Ἔργον τῶν ἐντολῶν, ψιλὰ ποιεῖν τὰ τῶν πραγμάτων νοήματα· ἀναγνώσεως δὲ καὶ θεωρίας, ἄϋλον καὶ ἀνείδεον τὸν νοῦν ἀπεργάζεσθαι· ἐκ δὲ τούτου συμβαίνει τὸ ἀπερισπάστως προσεύχεσθαι.

(≡14__212≡> 2.5 (ε’) Οὐκ ἀρκεῖ ἡ πρακτικὴ μέθοδος πρὸς τὸ τελείως τὸν νοῦν τῶν παθῶν ἐλευθερωθῆναι, ὥστε δυνηθῆναι αὐτὸν ἀπερισπάστως προσεύχεσθαι, εἰ μὴ καὶ διάφοροι αὐτὸν διαδέχονται πνευματικαὶ θεωρίαι. Ἡ μὲν γὰρ ἀκρασίας καὶ μίσους μόνον τὸν νοῦν ἐλευθεροῖ, αἱ δὲ καὶ λήθης καὶ ἀγνοίας αὐτὸν ἀπαλλάττουσι· καὶ οὕτω δυνήσεται ὡς δεῖ προσεύχεσθαι. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις Ἐκατοντὰς Δευτέρα. Δεν επιτρέπεται σχολιασμός στο Ἐκατοντὰς Δευτέρα

ἑκατοντὰς Τετάρτη.

4.1 (α’) Πρῶτον μὲν θαυμάζει ὁ νοῦς τὴν θείαν ἐννοούμενος κατὰ πάντα ἀπειρίαν καὶ τὸ ἀνέκβατον ἐκεῖνο καὶ πολυπόθητον πέλαγος. Δεύτερον δὲ ἐκπλήττεται πῶς ἐκ τοῦ μηδενὸς τῆς τῶν ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὕπαρξιν. Ἀλλ᾽ ὥσπερ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς φρονήσεως αὐτοῦ ἔστιν ἐξεύρεσις.

4.2 (β’) Πῶς γὰρ οὐ θαυμάζει τὸ ἄπλετον ἐκεῖνο καὶ ὑπὲρ ἔκπληξιν θεωρῶν τῆς ἀγαθότητος πέλαγος; ῍Η πῶς οὐκ ἐξίσταται ἐννοούμενος πῶς καὶ πόθεν ἥ τε λογικὰ καὶ νοερὰ γέγονεν οὐσία καὶ τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν τὰ σώματα, μηδεμιᾶς ὕλης τῆς τούτων προϋπαρξάσης γενέσεως; Ποία τε ἡ δύναμις ἐκείνη, ἡ εἰς ἐνέργειαν κινηθεῖσα ταῦτα εἰς τὸ εἶναι παρήγαγεν; Ἀλλὰ τοῦτο Ἑλλήνων παῖδες οὐ παραδέχονται, ἀγνοοῦντες τὴν παντοδύναμον ἀγαθότητα καὶ τὴν δραστήριον αὐτῆς καὶ ὑπὲρ νοῦν σοφίαν καὶ γνῶσιν.

4.3 (γ’) Ἐξ ἀϊδίου δημιουργὸς ὑπάρχων ὁ Θεός, ὅτε βούλεται δημιουργεῖ Λόγῳ ὁμοουσίῳ καὶ Πνεύματι δι᾽ ἄπειρον ἀγαθότητα. Καὶ μὴ εἴπῃς· τίνι λόγῳ νῦν ἐδημιούργησεν, ἀεὶ ἀγαθὸς (≡14__312≡> ὑπάρχων; Ἐπεί, κἀγώ σοι λέγω, ὅτι ἡ τῆς ἀπείρου οὐσίας ἀνεξιχνίαστος σοφία τῇ ἀνθρωπίνῃ οὐχ ὑποπίπτει γνώσει.

4.4 (δ’) Τὴν ἐξ ἀϊδίου ἐν ἑαυτῷ ὁ Δημιουργὸς τῶν ὄντων προϋπάρχουσαν γνῶσιν, ὅτε ἐβουλήθη, οὐσίωσε καὶ προυβάλετο. Ἄτοπον δέ ἐστιν ἐπὶ Θεοῦ τοῦ παντοδυνάμου διστάσαι εἰ δύναταί τι οὐσιῶσαι, ὅτε βούλεται. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις ἑκατοντὰς Τετάρτη.. Δεν επιτρέπεται σχολιασμός στο ἑκατοντὰς Τετάρτη.

Νόησίς ἐστιν ὁ Θεός

Ἐκ τῶν κεφαλαίων τῆς Θεολογίας, 1.82

 

πᾶσα νόησις, πλήθους· ἢ τουλάχιστον, δυάδος πάντως ἔμφασιν ἔχει. Μέση γάρ ἐστι τινῶν ἀκροτήτων σχέσις, ἀλλήλοις συνάπτουσα τό τε νοοῦν καὶ τὸ νοούμενον. Οὐδέτερον δὲ διόλου τὴν ἁπλότητα πέφυκε σώζειν. Τό τε γὰρ νοοῦν, ὑποκείμενόν τί ἐστι, πάντως συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖν ἔχον δύναμιν. Καὶ τὸ νοούμενον ὑποκείμενόν τι πάντως ἐστίν, ἢ ἐν ὑποκειμένῳ· συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν ἔχον· ἢ προϋποκειμένην τήν, οὗ ἐστι δύναμις, οὐσίαν. Οὐ γάρ τι τῶν ὄντων τὸ σύνολον αὐτὸ καθ᾿ αὑτὸ ἁπλῆ τις οὐσία ἢ νόησίς ἐστιν, ἵνα καὶ μονὰς ἀδιαίρετος. Τὸν δὲ Θεόν, εἴτε οὐσίαν εἴπωμεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην αὐτῷ τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ σύνθετος· εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικὴν τῆς νοήσεως ὑποκειμένην οὐσίαν· ἀλλ᾿ αὐτὸς κατ᾿ οὐσίαν νόησίς ἐστιν ὁ Θεός· καὶ ὅλος νόησις καὶ μόνον· καὶ αὐτὸς κατὰ τὴν νόησιν οὐσία καὶ ὅλος οὐσία καὶ μόνον· καὶ ὑπὲρ οὐσίαν ὅλος καὶ ὑπὲρ νόησιν ὅλος, διότι καὶ μονὰς ἀδιαίρετος καὶ ἀμερὴς καὶ ἁπλῆ. Ὁ τοίνυν καθ᾿ ὁτιοῦν νόησιν ἔχων, οὔπω τῆς δυάδος ἐξῆλθεν· ὁ δὲ ταύτην πάμπαν ἀπολιπών, γέγονε ποσῶς ἐν τῇ μονάδι, τὴν τοῦ νοεῖν ὑπεροχικῶς ἀποθέμενος δύναμιν.

Αναρτήθηκε στις Νόησίς ἐστιν ὁ Θεός. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Νόησίς ἐστιν ὁ Θεός

του εν αγίοις πατρός ημών του αγίου Μαξίμου του Ομολογητή

Διάλογος με τον Θεοδόσιο, τον επίσκοπο Καισαρείας Βιθυνίας, κατά την πρώτη του εξορία στο φρούριο της Βιζύης της Θράκης.

Ο άγιος Μάξιμος ο Ομολογητής, μέγας θεολόγος και Πατήρ της Εκκλησίας, ωμολόγησε την Ορθόδο­ξο Πίστι σε μία εποχή που παρουσιάζει πολλές ο­μοιότητες με την ιδική μας. Η πολιτική των τότε αυ­τοκρατόρων απέβλεπε σε πολιτικοκοινωνικές ενοποιήσεις σαν τις σημερινές. Ως πρόσφορο μέσον για την πραγματοποίησί τους θεωρήθηκε η υποστήριξις της αιρέσεως του Μονοθελητισμού. Είχαν χρησιμοποιη­θή και εκκλησιαστικοί άνδρες, οι οποίοι υποστήριζαν την αίρεσι χάριν των κοσμικών αυτών σκοπιμοτήτων. Είχαν πιστεύσει ότι ασκούν τάχα κάποια εκκλησια­στική οικονομία. Δυστυχώς, όλοι σχεδόν οι πατριαρ­χικοί θρόνοι είχαν πέσει στην αίρεσι του Μονοθελη­τισμού. Η Ορθόδοξος Πίστις ζούσε μόνο στην συνεί­δησι του πιστού λαού και εκφραζόταν με το στόμα των ελαχίστων Ομολογητών, οι οποίοι την εστερέω­σαν με το μαρτύριό τους.

Την εποχή αυτή ο άγιος Μάξιμος είχε διαδραμα­τίσει πρωτεύοντα ρόλο για την συγκρότησι της ορθο­δόξου τοπικής Συνόδου της Ρώμης (649), η οποία κα­τεδίκασε τον Μονοθελητισμό. Για τον λόγο αυτό ευρίσκεται εξόριστος στην Βιζύη της Θράκης. Έχει διακόψει την εκκλησιαστική κοινωνία με τους πα­τριαρχικούς θρόνους της Ανατολής, επειδή έχουν εκ­πέσει στην αίρεσι. Η αναφορά του είναι στην ορθο­δοξούσα τότε Ρώμη και στον Ομολογητή άγιο Πάπα Μαρτίνο. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις του εν αγίοις πατρός ημών του αγίου Μαξίμου του Ομολογητή. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο του εν αγίοις πατρός ημών του αγίου Μαξίμου του Ομολογητή

Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν ἐπὶ τῆς συνάξεως τελούμενα καθεστήκῃ. ΠΡΟΟΙΜΙΟΝ

Πῶς σοφώτερος γίνεται λαβών ἀφορμήν ὁ σοφός· καί δίκαιος γνούς, προσθήσει τοῦ δέχεσθαι, κατά τήν θείαν Παροιμίαν· σαφῶς αὐτός, πάντων μοι τιμιώτατε, κατ’ αὐτήν ἔδειξας τήν πεῖραν· ἔργῳ διδάξας ὅπερ ὁ θεῖος σοφῶς ὑπαινίσσεται λόγος. Ἅπαξ γάρ ἀκούσας μου κατ’ ἐπιδρομήν ἐπιτόμως, ὡς οἷόν τε ἦν, ἀφηγουμένου τά ἄλλῳ τινί μεγάλῳ γέροντι, καί ὄντως τά θεῖα σοφῷ περί τε τῆς ἁγίας Ἐκκλησίας, καί τῆς ἐν αὐτῇ ἐπιτελουμένης ἁγίας συνάξεως, καλῶς τε καί μυσικῶς θεωρηθέντα· καί, ὡς ἐνῆν μάλιστα διδασκαλικῶς· ἀπῄτεις με (661) κατεπείγων ἐξαυτῆς, ἔγγραφόν σοι ποιεῖσθαι τήν τούτων διήγησιν· λήθης φάρμακον καί βοήθειαν μνήμης ἔχειν τό γράμμα βεβουλημένος, φυσικῶς τόν χρόνον ἐχούσης φάσκων δαμάζοντα· καί ἀνεπαισθήτως διά λήθης τῶν ἐναποκειμένων καλῶν συλᾷν τε καί ἀφανίζειν παντελῶς τούς τύπους καί τάς εἰκόνας δυνάμενον· καί διά τοῦτο πάντως δεομένης τοῦ ἀνακαινίζοντος τρόπου, καθ᾿ ὅν ἡ τοῦ λόγου δύναμις διά παντός ἀκμάζουσα συντηρεῖν πέφυκε τήν μνήμην ἀπαθῆ καί ἀμείωτον. Ὅσον δέ τοῦ ἁπλῶς ἀκούειν, τό καί διαμονήν ἀκαθαίρετον τῶν ἀκουσθέντων ἐπιζητεῖν, ἐστί σοφώτερον, ἐπίσταται πάντως πᾶς ὁ καί μικρόν εὐγενείας λογικῆς ἐπιμελούμενος, καί μή πάντη τῆς πρός τόν λόγον οἰκειότητος ὑπάρχων ἀλλότριος.

Κἀγώ μέν ὤκνουν παρά τήν ἀρχήν, τοῦ λόγου (εἰρήσεται γάρ τἀληθές) τήν ὑπόθεσιν παραιτούμενος· οὐ τῷ μή θέλειν ὑμῖν, ἠγαπημένοι, παντί τρόπῳ διδόναι κατά δύναμιν τό καταθύμιον· ἀλλά τό μήτε τῆς ἐναγούσης πρός τοῦτο τούς ἀξίους μετειληφέναι χάριτος· μήτε μήν πεῖραν ἔχειν τῆς πρός τό λέγειν δυνάμεώς τε καί τριβῆς, ἰδιωτείᾳ συντεθραμμένος, καί λόγων τεχνικῶν παντελῶς ἀμύητος ὑπάρχων, τῶν ἐν μόνῃ τῇ προφορᾷ τήν χάριν ἐχόντων· οἷς οἱ πολλοί μάλιστα χαίρουσι, τῇ ἀκοῇ τήν ἡδονήν περιγράφοντες, κἄν εἰ μηδέν τῶν τιμίων διά βάθους πολλάκις ἔχοιεν· καί τό, κυρώτερον εἰπεῖν καί ἀληθέστερον, δεδοικέναι μή καθυβρίσειν τῇ εὐτελείᾳ τοῦ ἡμετέρου λόγου τήν ἐκείνου τοῦ μακαρίου ἀνδρός περί τῶν θείων ὑψηγορίαν τε καί νόησιν· ὅμως δι᾿ οὖν ὕστερον τῇ βίᾳ τῆς ἀγάπης εἴξας, τῆς πάντων ἰσχυροτέρας, ἐδεξάμην ἑκών τό ἐπίταγμα· γελᾶσθαι μᾶλλον ἐπ᾿ αὐθαδείᾳ τε καί ἀπαιδευσίᾳ, δι᾿ εὐπείθειαν παρά τῶν μεμψιμοίρων ἑλόμενος, ἤ ὑμῖν διά τῆς ἀναβολῆς ἐν παντί καλῷ μή συμπροθυμεῖσθαι βούλεσθαι νομισθῆναι· τήν περί τοῦ πῶς εἰπεῖν μέριμναν τῷ Θεῷ ἐπιῤῥίψας, τῷ μόνῳ θαυματουργῷ· καί διδάσκοντι μέν ἄνθρωπον γνῶσιν, τρανοῦντι δέ γλῶσσαν μογιλάλων καί τοῖς ἀπόροις πόρον ἐπινοοῦντι· καί ἐγείροντι μέν ἀπό γῆς πτωχόν, ἀπό δέ κοπρίας ἀνυψοῦντι πένητα· τοῦ σαρκικοῦ λέγω φρονήματος, καί τῆς δυσώδους τῶν παθῶν ἰλύος· τόν φτωχόν τῷ πνεύματι ἤ τόν κακίας πτωχεύοντα, καί τῆς κατ’ αὐτήν πενόμενον ἕξεως· ἤ τοὐναντίον, καί τόν ἔτι τῷ νόμῳ τῆς σαρκός καί τοῖς πάθεσιν ἐνεχόμενον, καί διά τοῦτο τῆς κατ’ ἀρετήν καί γνῶσιν πτωχεύοντα καί πενόμενον χάριτος. Διαβάστε τη συνέχεια του άρθρου »

Αναρτήθηκε στις Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν ἐπὶ τῆς συνάξεως τελούμενα καθεστήκῃ. ΠΡΟΟΙΜΙΟΝ. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Περὶ τοῦ τίνων σύμβολα τὰ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν ἐπὶ τῆς συνάξεως τελούμενα καθεστήκῃ. ΠΡΟΟΙΜΙΟΝ