Παρακλητικὸς Κανών Οσίου Λεοντίου του εν Αχαΐα

Εποιήθη εν Αγίω Όρει
υπό Γερασίμου Μοναχού Μικραγιαννανίτου

Ο Ιερεύς· Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τους αιώνας των αιώνων.

Ο Αναγνώστης· Αμήν.

Ψαλμός ρμβ´ (142)

Κύριε, εισάκουσoν της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.
Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.
Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου.
Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν επ ἐμὲ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου.
Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων.
Διεπέτασα προς σε τας χείράς μου· η ψυχή μου ως γη άνυδρός σοι.
Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά μου.
Μη αποστρέψης το πρόσωπόν σου απ ἐμοῦ, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.
Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.
Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.
Εξελού με εκ των εχθρών μου· Κύριε, προς σε κατέφυγον· δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.
Το Πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.
Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σου ειμί.

Και ευθύς το Θεός Κύριος, μετά των στίχων αυτού εξ εκατέρων των χορών.

Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. α´. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. β´. Πάντα τα έθνη εκύκλωσάν με, και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. γ´. Παρά Κυρίου εγένετο αύτη, και εστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Είτα τα παρόντα τροπάρια.
Ήχος δ´. Ο υψωθείς εν τω Σταυρώ.

Της εγκρατείας διαλάμψας τη αίγλη, του Παρακλήτου ανεδείχθης δοχείον, και των Αγγέλων σύσκηνος Λεόντιε, μεθ´ων καθικέτευε, πάσης ρύεσθαι βλάβης, και παθών και θλίψεων, τους τιμώντας σε Πάτερ, και των πταισμάτων αίτει ιλασμόν, τοις προσιούσι, πιστώς τη πρεσβεία σου.

Θεοτοκίον.

Ου σιωπήσομεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι· ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, έως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σου· σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο Ν´ Ψαλμός.

Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.
Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.
Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός.
Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα· όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε.
Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.
Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι.
Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι.
Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην· αγαλλιάσονται οστέα τεταπεινωμένα.
Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον.
Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.
Μη απορρίψης με από του προσώπου σου, και το πνεύμά σου το άγιον μη αντανέλης απ ἐμοῦ.
Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με.
Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.
Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου.
Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.
Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις.
Θυσία τω Θεώ, πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει.
Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.
Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα.
Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Και αρχόμεθα του Κανόνος.

Ο Κανών, ου η ακροστιχίς·
«Σην Λεόντιε δίδου μοι χάριν. Γερασίμου».

Ωδή α´.

Ήχος πλ. δ´. Υγράν διοδεύσας.

Συνών Ασωμάτων θείοις χοροίς, Λεόντιε Πάτερ, καθικέτευε εκτενώς, τον πάντων Θεόν και βασιλέα, ημίν διδόναι πταισμάτων συγχώρησιν.

Ηλίου ακτίσι του νοητού, Λεόντιε Πάτερ, λαμπρυνόμενος νοητώς, φωτί των αγίων πρεσβειών σου, τον σκοτασμόν των παθών μου διάλυσον.

Νοσούσι και πάσχουσι χαλεπώς, την ίασιν δίδου, ταις πρεσβείαις σου προς Χριστόν, και πάσης σκανδάλων επηρείας, τους προσιόντας σοι Πάτερ απάλλαξον.

Θεοτοκίον.

Λυχνία υπάρχεις χρυσοειδής, φέρουσα εν κόλποις, το απαύγασμα του Πατρός, Παρθένε Χριστόν ανερμηνεύτως, σάρκα λαβόντα εκ σου υπέρ έννοιαν.

Ωδή γ´. Ουρανίας αψίδος.

Εν ασκήσει οσία, περιφανώς έλαμψας, όθεν και της δόξης Κυρίου, Πάτερ ηξίωσαι, διο βοώμεν σοι της των παθών αδοξίας, λύτρωσαι Λεόντιε, τους σε γεραίροντας.

Οι προστρέχοντες Πάτερ, μετά σπουδής πάντοτε, τη ση θαυμαστή προστασία, πάσης στενώσεως, λύσιν λαμβάνουσι, και ευφροσύνης πληρούνται, Όσιε Λεόντιε, ανευφημούντες σε.

Νοσημάτων και πόνων, και συμφορών λυτρώσαι, τους ειλικρινώς προσιόντας, τη αντιλήψει σου, Πάτερ Λεόντιε, σε γαρ προστάτην πλουτούντες, παρά σου λαμβάνομεν, θάττον παν αίτημα.

Θεοτοκίον.

Τον Θεόν των απάντων, σωματικώς τέξασα, τας του σώματός μου οδύνας, Παρθένε κούφισον, και της καρδίας μου, το άλγος ίασαι Κόρη, μετανοίας φέγγει με, καταλαμπρύνουσα.

Διάσωσον ταις σαις πρεσβείαις Λεόντιε θεοφόρε, από πάσης επιφοράς και κακώσεως, τους προσιόντας, τη θεία σου προστασία.

Επίβλεψον, εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Είτα μνημονεύει ο ιερεύς, δι οὓς η παράκλησις γίνεται, και ημείς μεθ ἑκάστην αίτησιν ψάλλομεν το Κύριε, ελέησον (γ´).

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δείνος) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη (κώμη, πόλει, νήσω) ταύτη, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.

Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο χορός· Αμήν.

Κάθισμα.

Ήχος β´. Πρεσβεία θερμή.

Ασκήσει στερρά, την χάριν την του Πνεύματος, λαβών μυστικώς Λεόντιε μακάριε, παρέχεις τοις τιμώσι σε, ταις πρεσβείαις σου χάριν και έλεος, και εκδιώκεις αεί εξ ημών, πικράς αθυμίας την σκοτόμαιναν.

Ωδή δ´. Συ μου η ισχύς Κύριε.

Ιλασμόν ημίν αίτησαι, παρά του Σωτήρος πάτερ Λεόντιε, και πταισμάτων απολύτρωσιν, ως ημών μεσίτης προς τον Κύριον.

Εν ταις σαις αντιλήψεσιν, η παρούσα πόλις χαίρει Λεόντιε, η εξαίτει θείον έλεος, και ειρήνην Πάτερ αστασίαστον.

Δεδεγμένος Λεόντιε, χάριν θεραπεύειν ψυχής και σώματος, τα νοσήματα εκάστοτε, ίασαι καμέ της νυν στενώσεως.

Θεοτοκίον.

Ιησούν τον Φιλάνθρωπον, ον αφράστως τέτοκας εξ αιμάτων σου, καθικέτευε Πανάχραντε, δούναι μου πταισμάτων την συγχώρησιν.

Ωδή ε´. Φώτισον ημάς.

Δύναμιν ημίν, και ισχύν Πάτερ χορήγησον, κατά πάσης του εχθρού επιβουλής, ως αν τούτου κατισχύσωμεν Λεόντιε.

Όμβρησον ημίν ταις πρεσβείαις σου Λεόντιε, οικτιρμών των θεϊκών τον γλυκασμόν, κατακλύζοντα παθών πικρίαν άπασαν.

Ύψωσον ημών, την διάνοιαν Λεόντιε, προς αγάπην την αγίαν του Χριστού, ως αν τούτου εκπληρώσωμεν το θέλημα.

Θεοτοκίον.

Μήτερ του Θεού, Θεοτόκε Αειπάρθενε, της ψυχής μου την αθλίαν συντριβήν, τω απείρω σου ελέει επανόρθωσον.

Ωδή στ´. Την δέησιν εκχεώ.

Οσίως ευαρεστήσας Κυρίω, ισαγγέλω σου Λεόντιε βίω, αγγελικής ευκληρίας μετέσχες, και θεϊκών χαρισμάτων ηξίωσαι ένθεν προστάτης εκ Θεού, ημίν δέδοσαι Πάτερ θερμότατος.

Ιάσεις, ο σος ναός αναβλύζει, μυστική επισκιάσει σου Πάτερ, όνπερ ως άκλυστον όρμον πλουτούντες, τρικυμιών των του βίου λυτρούμεθα, Λεόντιε την προς ημάς, ανυμνούντες θερμήν σου αντίληψιν.

Χειμάζει με, των παθών δεινός κλύδων, και βυθώ της απωλείας καθέλκει, αλλά τη ση πεποιθώς προστασία, από ψυχής εκβοώ σοι Λεόντιε. Ανάγαγέ με προς ζωής, εναρέτου αγίαν κατάστασιν.

Θεοτοκίον.

Αγίων αγιωτέρα υπάρχεις, ασυγκρίτως Παναγία Παρθένε, ως τον πανάγιον Λόγον τεκούσα, αγιασμόν τοις ανθρώποις πηγάζοντα, διο αγίασον καμέ, τον οικτρόν σου ικέτην και σώσόν με.

Διάσωσον ταις σαις πρεσβείαις, Λεόντιε θεοφόρε, από πάσης επιφοράς και κακώσεως, τους προσιόντας τη θεία σου προστασία.

Άχραντε η δια λόγου τον Λόγον ανερμηνεύτως, επ εσχάτων των ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Είτα μνημονεύει ο ιερεύς, δι οὓς η παράκλησις γίνεται, και ημείς μεθ ἑκάστην αίτησιν ψάλλομεν το Κύριε, ελέησον (γ´).

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δείνος) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη (κώμη, πόλει, νήσω) ταύτη, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.

Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο χορός· Αμήν.

Μετά δε την εκφώνησιν, το επόμενον. Κοντάκιον.

Ήχος β´. Τοις των αιμάτων σου.

Τον σον ισάγγελον βίον Λεόντιε, ο αθλοθέτης Χριστός προσδεξάμενος, σε αντιλήπτορα δέδωκε μέγιστον, και αρωγόν ημίν άμα και έφορον ημών γαρ υπάρχεις το στήριγμα.

Και ευθύς το Προκείμενον·

Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.

Στιχ. Μακάριος ανήρ, ο φοβούμενος τον Κύριον.

Ο Ιερεύς· Και υπέρ του καταξιωθήναι ημάς της ακροάσεως του αγίου Ευαγγελίου, Κύριον τον Θεόν ημών ικετεύσωμεν.

Ο χορός· Κύριε, ελέησον (γ´).

Ο Ιερεύς· Σοφία. Ορθοί, ακούσωμεν του αγίου Ευαγγελίου.

Ο Ιερεύς· Ειρήνη πάσι.

Ο χορός· Και τω πνεύματί σου.

Ο Ιερεύς· Εκ του κατά Ιωάννην αγίου Ευαγγελίου το Ανάγνωσμα. Πρόσχωμεν.

Ο Χορός· Δόξα σοι, Κύριε, δόξα σοι.

Ευαγγέλιον. Εκ του κατά Ιωάννην (ιε´, 17-27, ις´, 1-2)

Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς· Ταύτα εντέλλομαι υμίν, ίνα αγαπάτε αλλήλους. Ει ο κόσμος υμάς μισεί, γινώσκετε, ότι εμέ πρώτος υμών μεμίσηκεν. Ει εκ σου κόσμου ήτε, ο κόσμος αν το ίδιον εφίλει· ότι δε εκ του κόσμου ουκ εστέ, αλλ ἐγὼ εξελεξάμην υμάς εκ του κόσμου, δια τούτο μισεί υμάς ο κόσμος. Μνημονεύετε του λόγου, ου εγώ είπον υμίν. Ουκ έστι δούλος μείζων του κυρίου αυτού. Ει εμέ εδίωξαν, και υμάς διώξουσιν· ει τον λόγον μου ετήρησαν, και τον υμέτερον τηρήσουσιν. Αλλά ταύτα πάντα ποιήσουσιν υμίν δια το όνομά μου, ότι ουκ οίδασι τον πέμψαντά με. Ει μη ήλθον και ελάλησα αυτοίς, αμαρτίαν ουκ είχον· νυν δε πρόφασιν ουκ έχουσι περί της αμαρτίας αυτών. Ο εμέ μισών, και τον Πατέρα μου μισεί. Ει τα έργα μη εποίησα εν αυτοίς, α ουδείς άλλος πεποίηκεν, αμαρτίαν ουκ είχον· νυν δε και εωράκασι, και μεμισήκασι και εμέ και τον Πατέρα μου. Αλλ ἵνα πληρωθή ο λόγος ο γεγραμμένος εν τω νόμω αυτών. Ότι εμίσησάν με δωρεάν. Όταν δε έλθη ο Παράκλητος, ον εγώ πέμψω υμίν παρά του Πατρός, το Πνεύμα της αληθείας, ο παρά του Πατρός εκπορεύεται, εκείνος μαρτυρήσει περί εμού. Και υμείς δε μαρτυρείτε ότι απ ἀρχῆς μετ´εμού εστε. Ταύτα λελάληκα υμίν, ίνα μη σκανδαλισθήτε. Αποσυναγώγους ποιήσουσιν υμάς· αλλ ἔρχεται ώρα, ίνα πας ο αποκτείνας υμάς δόξη λατρείαν προσφέρειν τω Θεώ.

Δόξα…

Ταις του σου Οσίου, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν…

Ταις της Θεοτόκου, πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στιχ. Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Και το παρόν.

Ήχος πλ. β´. Όλην αποθέμενοι.

Βίον τον ισάγγελον, μετά σαρκός διανύσας, της Αγγέλων στάσεως, Όσιε Λεόντιε κατηξίωσαι μεθ´ων νυν πρέσβευε, τω Δεσπότη πάντων, πάσης βλάβης και κακώσεως, λυτρούσθαι άπαντας, τους ειλικρινώς σε γεραίροντας, και νοσημάτων ίασιν, και πλημμελημάτων συγχώρησιν, αίτει θεοφόρε, και λύτρωσιν παθών φθοροποιών, τοις τω ναώ σου προστρέχουσι, και σε μακαρίζουσι.

Ο Ιερεύς· Σώσον ο Θεός τον λαόν σου και ευλόγησον την κληρονομίαν σου· επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς· ύψωσον κέρας Χριστιανών ορθοδόξων και κατάπεμψον εφ ἡμᾶς τα ελέη σου τα πλούσια· πρεσβείαις της πανάχραντου Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας· δυνάμει του τιμίου και ζωοποιού Σταυρού· προστασίαις των τιμίων επουρανίων Δυνάμεων ασωμάτων· ικεσίαις του τιμίου και ενδόξου προφήτου, Προδρόμου και Βαπτιστού Ιωάννου· των αγίων ενδόξων και πανευφήμων Αποστόλων· των εν αγίοις πατέρων ημών, μεγάλων Ιεραρχών και Οικουμενικών Διδασκάλων, Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου· Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος, πατριαρχών Αλεξανδρείας· Νικολάου Μύρων της Λυκίας, Σπυρίδωνος Τριμυθούντος, και Νεκταρίου Πενταπόλεως, των θαυματουργών· των αγίων ενδόξων μεγαλομαρτύρων Γεωργίου του Τροπαιοφόρου, Δημητρίου του Μυροβλήτου, Θεοδώρου του Τήρωνος, Θεοδώρου του Στρατηλάτου και Μηνά του θαυματουργού· των ιερομαρτύρων Χαραλάμπους, Βλασίου και Ελευθερίου· των αγίων, ενδόξων, μεγάλων μαρτύρων γυναικών Θέκλας, Αικατερίνης, Βαρβάρας, Αναστασίας, Κυριακής, Φωτεινής, Μαρίνης, Παρασκευής και Ειρήνης· των αγίων ενδόξων και καλλινίκων Μαρτύρων· των οσίων και θεοφόρων Πατέρων ημών· του αγίου (του Ναού), των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης· του οσίου πατρός ημών Λεοντίου του εν Αχαΐα· του αγίου (της ημέρας) ου την μνήμην επιτελούμεν, και πάντων σου των Αγίων· Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε· επάκουσον ημών των αμαρτωλών δεομένων σου, και ελέησον ημάς.

Ο χορός· Κύριε, ελέησον (ιβ´).

Ο Ιερεύς· Ελέει, και οικτιρμοίς, και φιλανθρωπία του μονογενούς σου Υιού, μεθ ου ευλογητός ει, συν τω παναγίω και αγαθώ και ζωοποιώ σου Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο χορός· Αμήν.

Είτα, αποπληρούμεν τας λοιπάς ωδάς του Κανόνος.

Ωδή ζ´. Οι εκ της Ιουδαίας.

Ρύσαι πάσης ανάγκης, και δεινής δυσπραξίας Πάτερ Λεόντιε, τους πίστει σε τιμώντας, και πάση κατανύξει, εκβοώντας εκάστοτε· Ο των Πατέρων ημών, Θεός ευλογητός ει.

Πατήρ γενού πάσι, των ψυχών και σωμάτων τοις καταφεύγουσι, Λεόντιε παμμάκαρ, τη ση επιστασία, και θερμώς ανακράζουσιν· Ο των Πατέρων ημών, Θεός ευλογητός ει.

Ναώ θείω σου Πάτερ, οι πιστοί προσιόντες απεκδεχόμεθα, των θείων πρεσβειών σου, τας σωστικάς δυνάμεις, εκβοώντες Λεόντιε· Ο των Πατέρων ημών, Θεός ευλογητός ει.

Θεοτοκίον.

Γενού πάσι Παρθένε, καταφύγιον θείον ημάς εξαίρουσα, κινδύνων πολυτρόπων, και πάσης αθυμίας, τους βοώντας και λέγοντας· Χαίρε η Μήτηρ Θεού, του κόσμου σωτηρία.

Ωδή η´. Τον Βασιλέα.

Εν τω σπηλαίω, εν ω στερρώς ηγωνίσω, πίστει σπεύδοντες Λεόντιε αντλούμεν, εκ των σων ιδρώτων, οσμήν αθανασίας.

Ράβδω θεόφρον, των ιερών πρεσβειών σου, ημάς ίθυνον προς τρίβον σωτηρίας, τους υπερυψούντας, Χριστόν εις τους αιώνας.

Αγαλλιάται, η Αχαΐα πλουτούσα, προς τον Κύριον μεσίτην σε και πρέσβυν, και πιστώς προστρέχει, Πάτερ τη ση πρεσβεία.

Θεοτοκίον.

Σκέπασον Κόρη, εν των βελών του Βελίαρ, τους προσπίπτοντας τοις θείοις οικτιρμοίς σου, και παράσχου πάσι, γαλήνην και ειρήνην.

Ωδή θ´. Κυρίως Θεοτόκον.

Ιλέω όμματί σου, βλέψον θεοφόρε, ημίν και πλήρου ημών τα αιτήματα, ίνα Χριστώ τω Σωτήρι ευαρεστήσωμεν.

Μονήν σου την αγίαν, και την πόλιν ταύτην, σκέπε και ρύου δεινών περιστάσεων, ως αρωγός ημών μέγας Πάτερ Λεόντιε.

Οδούς προς τας ευθείας, Πάτερ καθοδήγει, των του Χριστού προσταγμάτων Λεόντιε, τους ευλαβώς ευφημούντας την πολιτείαν σου.

Θεοτοκίον.

Υπέραγνε Μαρία, Μήτερ του Υψίστου, την άναγνόν μου καρδίαν εκκάθαρον, και βασιλείας της άνω μέτοχον δείξόν με.

Και ευθύς το·

Άξιόν εστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον, και Μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ, και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ, την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον, σε μεγαλύνομεν.

Και θυμιά ο ιερεύς το θυσιαστήριον και τον ναόν, η τον οίκον, όπου ψάλλεται η Παράκλησις, και ημείς ψάλλομεν τα παρόντα Μεγαλυνάρια.

Της Μονεμβασίας θείος βλαστός, και της Αχαΐας, εγκαλλώπισμα ιερόν, αληθώς εδείχθης, ως άγγελος βιώσας, Λεόντιε Αγγέλων, ο ισοστάσιος.

Κόσμου απωσάμενος τα τερπνά, τον ζυγόν υπήλθες, του Σωτήρος τον ελαφρόν, και πολλοίς αγώσι, σαυτόν αποκαθάρας, επλήσθης χαρισμάτων, θείων Λεόντιε.

Χαίροις των Οσίων ο κοινωνός, και της ισαγγέλου, πολιτείας στήλη λαμπρά, χαίροις μοναζόντων, υπόδειγμα και τύπος, Λεόντιε θεόφρον, Πνεύματος σκήνωμα.

Ρύου της μανίας του πονηρού, του αεί ορμώντος, ώσπερ λέοντος καθ´ημών, Λεόντιε Πάτερ, ημάς τους σους οικέτας, και δίδου ημίν πάσι, δύναμιν άνωθεν.

Ήνυσας οσίως την σην ζωήν, και τοις των Οσίων, ηριθμήθης θείοις χοροίς, μεθ´ων εκδυσώπει, Λεόντιε απαύστως, διδόναι ημίν πάσι, πταισμάτων άφεσιν.

Χαίρων την αιώνιον χαρμονήν, Λεόντιε Πάτερ, εν νυμφώνι τω της ζωής, πάσης αθυμίας, ατρώτους ημάς τήρει, και αίτει ημίν πάσι, χάριν και έλεος.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι άγιοι πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Ο Αναγνώστης·

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (εκ τρίτου).

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριας, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών, ένεκεν του ονόματός σου.

Κύριε, ελέησον. Κύριε, ελέησον. Κύριε, ελέησον.

Δόξα Πατρί και Υιώ και αγίω Πνεύματι, και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω το θέλημά σου ως εν ουρανώ και επί της γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών· και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ο Ιερεύς· Ότι Σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος, νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο Αναγνώστης· Αμήν.

Είτα μνημονεύει και πάλιν ο ιερεύς, δι οὓς η παράκλησις γίνεται, και ημείς μεθ ἑκάστην αίτησιν ψάλλομεν το Κύριε, ελέησον (γ´).

Ελέησον ημάς ο Θεός κατά το μέγα έλεός Σου, δεόμεθά Σου, επάκουσον και ελέησον.

Έτι δεόμεθα υπέρ του Αρχιεπισκόπου ημών (δείνος) και πάσης της εν Χριστώ ημών αδελφότητος.

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού, πάντων των ευσεβών και ορθοδόξων χριστιανών, των κατοικούντων και παρεπιδημούντων εν τη (κώμη, πόλει, νήσω) ταύτη, των ενοριτών, επιτρόπων, συνδρομητών και αφιερωτών του αγίου ναού τούτου.

Έτι δεόμεθα υπέρ των δούλων του Θεού, (ονόματα).

Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν Εκκλησίαν και την πόλιν (η κώμην, η χώραν, η νήσον) ταύτην, και πάσαν πόλιν και χώραν από οργής, λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου, και αιφνιδίου θανάτου· υπέρ του ίλεων, ευμενή και ευδιάλλακτον γενέσθαι τον αγαθόν και φιλάνθρωπον Θεόν ημών, του αποστρέψαι και διασκεδάσαι πάσαν οργήν και νόσον, την καθ ἡμῶν κινουμένην· και ρύσασθαι ημάς εκ της επικειμένης δικαίας αυτού απειλής, και ελεήσαι ημάς.

Έτι δεόμεθα και υπέρ του εισακούσαι Κύριον τον Θεόν φωνής της δεήσεως ημών των αμαρτωλών, και ελεήσαι ημάς.

Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν, και ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταις αμαρτίαις ημών, και ελέησον ημάς.

Ότι ελεήμων και φιλάνθρωπος Θεός υπάρχεις, και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων.

Ο χορός· Αμήν.

Και ο ιερεύς ποιεί την απόλυσιν·

Δόξα σοι ο Θεός, η ελπίς ημών, Κύριε, δόξα Σοι.

Χριστός ο αληθινός Θεός ημών, ταις πρεσβείαις της παναχράντου και παναμώμου αγίας αυτού Μητρός, Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας· δυνάμει του τιμίου και ζωοποιού Σταυρού· προστασίαις των τιμίων επουρανίων Δυνάμεων Ασωμάτων· ικεσίαις του τιμίου, ενδόξου, Προφήτου, Προδρόμου και Βαπτιστού Ιωάννου· των αγίων ενδόξων και πανευφήμων Αποστόλων· των αγίων ενδόξων και καλλινίκων μαρτύρων· του οσίου πατρός ημών Λεοντίου του εν Αχαΐα· των οσίων και θεοφόρων Πατέρων ημών· του εν αγίοις πατρός ημών Νεκταρίου επισκόπου Πενταπόλεως του θαυματουργού· του αγίου (του Ναού), των αγίων και δικαίων Θεοπατόρων Ιωακείμ και Άννης· του αγίου (της ημέρας), ου και την μνήμην επιτελούμεν, και πάντων των Αγίων, ελεήσαι και σώσαι ημάς, ως αγαθός και φιλάνθρωπος και ελεήμων Θεός.

Μετά δε ταύτην, το Προσόμοιον·

Ήχος β´. Ότε εκ του ξύλου σε νεκρόν.

Δόξης απολαύων θεϊκής, και εν κοινωνία αρρήτω, Πάτερ θεούμενος, πρέσβευε δεόμεθα, τω Πανοικτίρμονι, θεοφόρε Λεόντιε, ημάς εκλυτρούσθαι, πάσης περιστάσεως, και συνοχής χαλεπής, αίτει δε πταισμάτων την λύσιν, και απαλλαγήν πάσης βλάβης, τοις πιστώς προσιούσι τη σκέπη σου.

Ο Ιερεύς· Δι ευχών των αγίων Πατέρων ημών, Κύριε Ιησού Χριστέ, ο Θεός, ελέησον και σώσον ημάς.

Ο λαός· Αμήν.

Advertisements
Αναρτήθηκε στις ΔΙΑΦΟΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ, Παρακλητικὸς Κανών Οσίου Λεοντίου του εν Αχαΐα. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Παρακλητικὸς Κανών Οσίου Λεοντίου του εν Αχαΐα
Αρέσει σε %d bloggers: