Οι 24 οίκοι εις την νοητήν κλίμακα του Τιμίου Σταυρού

Κοντάκιον. Ήχος πλ. δ’. Τη Υπερμάχω…

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ’ ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας· Χαίρε, Ξύλον μακάριον.

Οι οίκοι.

Άγγελοι ουρανόθεν, αοράτως κυκλούσι, Σταυρόν τον ζωηφόρον εν φόβω· και φωτοπάροχον χάριν λαμπρώς παρεχόμενον, νυν τοις πιστοίς βλέποντες, εξίστανται, και ίστανται βοώντες προς αυτόν τοιαύτα·

Χαίρε, Σταυρέ, οικουμένης φύλαξ· χαίρε, η δόξα της Εκκλησίας.

Χαίρε, ο πηγάζων αφθόνως ιάματα· χαίρε, ο φωτίζων του κόσμου τα πέρατα.

Χαίρε, ξύλον ζωομύριστον, και θαυμάτων θησαυρέ· χαίρε, συνθετοτρισόλβιε, και χαρίτων παροχεύ.

Χαίρε, ότι υπάρχεις υποπόδιον θείον· χαίρε, ότι ετέθης εις προσκύνησιν πάντων.

Χαίρε, κρατήρ του νέκταρος έμπλεως· χαίρε, λαμπτήρ της άνω λαμπρότητος.

Χαίρε, δι’ ου ευλογείται η κτίσις· χαίρε, δι’ ου προσκυνείται ο Κτίστης.

Χαίρε, Ξύλον μακάριον.

Βλέπουσα η Ελένη εαυτήν εν εφέσει, φησί τω Βασιλεί θαρσαλέως· Το παμπόθητόν σου της ψυχής ευχερέστατόν μου τη σπουδή φαίνεται· ζητούσα γουν το κράτιστόν σοι τρόπαιον, ως λέγεις, κράζω·

Αλληλούϊα.

Γνώσιν άγνωστον πρώην Βασίλισσα γνούσα, εβόησε προς τους υπουργούντας· Εκ λαγόνων της γης ευρείν εν τάχει, και δούναι τον Σταυρόν σπεύσατε, προς ον ιδούσα έφησεν εν φόβω, πλην κράζουσα ούτω·

Χαίρε, χαράς της όντως σημείον· χαίρε, αράς της αρχαίας λύτρον.

Χαίρε, θησαυρός εν τη γη φθόνω κρυπτόμενος· χαίρε, ο φανείς εν τοις άστροις τυπούμενος.

Χαίρε, τετρακτινοπύρσευτε και πυρίμορφε Σταυρέ· χαίρε, κλίμαξ υψοστήρικτε προοραθείσά ποτέ.

Χαίρε, το των Αγγέλων γαληνόμορφον θαύμα· χαίρε, το των δαιμόνων πολυστένακτον τραύμα.

Χαίρε, τερπνόν του Λόγου κειμήλιον· χαίρε, πυρός της πλάνης σβεστήριον.

Χαίρε, Σταυρέ, απορούντων προστάτα· χαίρε, στερρέ ευδρομούντων αλείπτα.

Χαίρε, Ξύλον μακάριον.

Δύναμις η του Ξύλου, επιδέδεικται τότε, προς πίστωσιν αληθή τοις πάσι και την αφωνόν τε καί νεκράν προς ζωήν ανέστησε, φρικτόν θέαμα τοις μέλλουσι καρπούσθαι σωτηρίαν, εν τω μέλπειν ούτως·

Αλληλούϊα.

Έχουσα η Ελένη, το αήττητον όπλον, ανέδραμε προς τον ταύτης γόνον· ο δε, μέγα σκιρτήσας ευθύς, επιγνούς τον μέγιστον Σταυρόν, έχαιρε, και άλμασιν ως άσμασιν εβόα προς αυτόν τοιάυτα·

Χαίρε, Σταυρέ, του φωτός δοχείον· χαίρε, Σταυρέ, της ζωής ταμείον.

Χαίρε, ο δοτήρ χαρισμάτων του Πνεύματος· χαίρε, ο λιμήν ποντοπόρων αχείμαστος.

Χαίρε, τράπεζα βαστάζουσα ώσπερ θύμα τον Χριστόν· χαίρε, κλήμα, βότρυν πέπειρον, φέρον οίνον μυστικόν.

Χαίρε, ότι τα σκήπτρα των ανάκτων φυλάττεις· χαίρε, ότι τας κάρας των δρακόντων συνθλάττεις.

Χαίρε, λαμπρόν της πίστεως γνώρισμα· χαίρε, παντός του κόσμου διάσωσμα.

Χαίρε, Θεού προς θνητούς ευλογία· χαίρε, θνητών προς Θεόν μεσιτεία.

Χαίρε, Ξύλον μακάριον.

Ζήλον ένδοθεν θείον, η Ελένη λαβούσα, εζήτησε και εύρε σπουδαίως, τον εν γη κρυπτόμενον Σταυρόν, και δεικνύμενον εν ουρανώ Άνακτι· ον ύψωσε· και βλέπων το πολίτευμα, εν πίστει έφη·

Αλληλούϊα.

Ηλιόμορφος ώφθη, ο Σταυρός εν τω κόσμω, και πάντες φωτισμού εμπλησθέντες, και δραμόντες ως προς αστέρα θεωρούσι τούτον ως καλών αίτιον, εν ταις χερσί ταις θείαις υψωθέντα· ον υμνούντες είπον·

Χαίρε, αυγή νοητού Ηλίου· χαίρε, πηγή ακενώτου μύρου.

Χαίρε, του Αδάμ και της Εύας ανάκλησις· χαίρε, των αρχόντων του άδου η νέκρωσις.

Χαίρε, ότι ανυψούμενος συνανυψοίς νυν ημάς· χαίρε, ότι προσκυνούμενος καθαγιάζεις τας ψυχάς.

Χαίρε, των Αποστόλων κοσμοκήρυκτον κλέος· χαίρε, των αθλοφόρων ευμενέστατον σθένος.

Χαίρε, Σταυρέ, Εβραίων ο έλεγχος· χαίρε, πιστών ανθρώπων ο έπαινος.

Χαίρε, δι’ ου κατεβλήθη ο άδης· χαίρε, δι’ ου ανατέταλκε χάρις.

Χαίρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τη τούτου νυν προσέλθωμεν σκέπη· και ως όπλον κρατούντες αυτό, δι’ αυτού τροπούμεν των εχθρών φάλαγγας, και ψαύοντες τον άψαυστον, τοις χείλεσιν αυτώ βοώμεν·

Αλληλούϊα.

Ίδε φως ουρανόθεν, ο Κωνσταντίνος ο μέγας, δεικνύμενον Σταυρού το σημείον, δι’ αστέρων, εν ω και νικάν πολεμίων πληθύν, έσπευσε το Ξύλον φανερώσαι, και βοήσαι προς αυτό τοιαύτα·

Χαίρε, βουλής της αρρήτου πέρας· χαίρε, λαού ευσεβούντως κέρας.

Χαίρε, πολεμίων ο τρέπων τας φάλαγγας· χαίρε, φλοξ καθάπερ φλέγων τους δαίμονας.

Χαίρε, σκήπτρον επουράνιον του Βασιλέως του στρατού· χαίρε, τρόπαιον αήττητον του φιλοχρίστου στρατού·

Χαίρε, ο των βαρβάρων την αφρύν καταβάλλων· χαίρε, ο των ανθρώπων τας ψυχάς περιέπων.

Χαίρε, κακών πολλών αμυντήριον· χαίρε, καλών πολλών βραβευτήριον.

Χαίρε, δι’ ου Χριστοφόροι σκιρτώσι· χαίρε, δι’ ου Ιουδαίοι θρηνούσι.

Χαίρε, Ξύλον μακάριον.

Κλίμαξ ουρανομήκης, ο Σταυρός του Κυρίου εγένετο· τους πάντας ανάγων από γης προς ύψος ουρανού, τοις χοροίς Αγγέλων συνοικείν πάντοτε, αφέντας τα νυν όντα ως μη όντα, και ειδότας ψάλλειν·

Αλληλούϊα.

Λάμψας φως επί πάσιν, ο Σωτήρ τοις εν άδη εφώτισας τους κάτω κειμένους· πυλωροί δε άδου την αυγήν μη ενέγκαντές σου, ως νεκροί πεπτώκασιν· οι τούτων δε ρυσθέντες, νυν ορώντες τον Σταυρόν βοώσι·

Χαίρε, ανάστασις τεθνεώτων· χαίρε, παράκλησις των πενθούντων.

Χαίρε, των ταμείων του άδου η κένωσις· χαίρε, Παραδείσου τρυφής η απόλαυσις.

Χαίρε, ράβδος η ποντίσασα τον Αιγύπτιον στρατόν· χαίρε αύθις, η ποτίσασα Ισραηλίτην λαόν.

Χαίρε, έμψυχον Ξύλον, του Ληστού σωτηρία· χαίρε, εύοσμον ρόδον, ευσεβών ευωδία.

Χαίρε, τροφή πεινώντων εν πνεύματι· χαίρε, σφραγίς, ην έλαβον άνθρωποι.

Χαίρε, Σταυρέ, μυστυρίων η θύρα· χαίρε, εξ ου ρείθρα χέονται θεία.

Χαίρε, Ξύλον μακάριον.

Μέλλοντος Μωϋσέως, το πολύμοχθον γένος, λυτρώσασθαι εκ του λυμεώνος, επεδόθης ως ράβδος αυτώ, αλλ’ εγνώσθης τούτο και Θεού σύμβολον· διόπερ κατεπλάγη σου Σταυρέ, την δυναστείαν κράζων·

Αλληλούϊα.

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ’ ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας· Χαίρε, Ξύλον μακάριον.

Ν’ (50) Ψαλμός

Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου.

Επί πλείον πλύνόν με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.

Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί διά παντός.

Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε.

Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.

Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρυφία της σοφίας σου εδήλωσάς μοι.

Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι.

Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τα ανομίας εξάλειψον.

Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και Πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.

Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το Άγιον μη αντανέλης απ’ εμού.

Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με.

Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.

Ρύσαί με εξ αιμάτων, ο Θεός, ο Θεός της σωτηρίας μου· αγαλλιάσεται η γλώσσά μου την δικαιοσύνην σου.

Κύριε, τα χείλη μου ανοίξεις και το στόμα μου αναγγελεί την αίνεσίν σου.

Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν· ολοκαυτώματα ουκ ευδοκήσεις.

Θυσία τω Θεώ, πνεύμα συντετριμμένον· καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει.

Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.

Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα.

Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Τον Κανόνα, του οποίου η Ακροστιχίδα (Ποίημα Κωνσταντίνου Δαπόντε)

Χαράς δοχείον, σοι πρέπει χαίρειν μόνω. Ιησούς.

Ωδή α’. Ήχος β’. Ο Ειρμός

Ανοίξω το στόμα μου, και πληρωθήσεται πνεύματος, και λόγον ερεύξομαι, τω ζωηφόρω Σταυρώ, και οφθήσομαι, φαιδρώς πανηγυρίζων, και άσω γηθόμενος, τούτου τα θαύματα.

Τροπάρια

Χριστού σκήπτρον άγιον, εμψυχωμένον σε Πνεύματι, Σταυρέ πανσεβάσμιε, Ελένη βλέπουσα, προσεφώνει σοι· Χαίρε Χριστού δόξα, δι’ ου δόξαν άπαντες προσενεδύθημεν.

Αήττητος δύναμις, χαίρε Σταυρέ τρισμακάριστε, πιστών δεομένων σου· χαίρε η μάχαιρα, η εκκόπτουσα, τα κέρατα δαιμόνων· χαίρε αγλαόκαρπον, δένδρον πανάγιον.

Ράβδος η βλαστήσασα, χαίρε Χριστόν τον ζωήρρυτον, καρπόν εξ ου τρώγοντες, ζωήν καρπούμεθα· χαίρε ένδοξον, σημείον του Δεσπότου, αφ’ ου σαλευθήσονται γη και ουράνια.

Άγγελων αγλάϊσμα, χαίρε βροτών το διάσωσμα, δαιμόνων πολύστονον, τραύμα πανύμνητε, ζωοπάροχε, Σταυρέ η σωτηρία, καταπονουμένων τε, και η αντίληψις.

Ωδή γ’. Ο Ειρμός

Τους σους υμνολόγους Ζωοδότα, ιάσεων άφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, και εν τη θεία δόξη σου, στέφανων δόξης αξίωσον.

Τροπάρια

Σταυρέ η αρχή της σωτηρίας, Σταυρέ των Μαρτύρων η χαρά, κήρυγμα Αποστόλων τε, Εκκλησιών ομόνοια, σκέπε, φρούρει και φύλαττε, τους καυχωμένους τω κράτει σου.

Διώκονται φάλαγγες δαιμόνων, τη ση σημειώσει Δυνατέ· όθεν βοώμεν χαίρε σοι· δι’ ου ηνώθησαν, η γη και τα ουράνια, και εθεώθη ο άνθρωπος.

Οδός προς μονάς τας ουρανίους απάγουσα, χαίρε το λαμπρόν, του Ιησού μου τρόπαιον· χαίρε ανάκτων στέφανος, χαίρε σωτήρ παγκόσμιος· χαίρε η ράβδος ευθύτητος.

Χαίρε, συ η ράβδος βασιλείας, δυνάμεως· χαίρε του Χριστού, η ράβδος ην απέστειλεν εκ της Σιών ο Κύριος· χαίρε φυτόν αθάνατον, υφ’ ούπερ σκέπονται άπαντες.

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ’ ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας· Χαίρε, Ξύλον μακάριον.

Οίκοι.

Νόμον ο εν Σιναίω, τω Θεόπτη δους παλαί, Σταυρώ εθελοντί προσηλούται, υπέρ άνομων ανόμως ανδρών, και κατάραν νόμου παλαιάν έλυσεν, ίνα Σταυρού την δύναμιν ορώντες, άπαντες νυν, βοώμεν·

Χαίρε, ανόρθωσις πεπτοκότων· χαίρε, κατάπτωσις κοσμολάτρων.

Χαίρε, Αναστάσεως Χριστού το εγκαίνισμα· χαίρε, μοναζόντων το θείον εντρύφημα.

Χαίρε, δένδρον ευσκιόφυλλον, υφ’ ου σκέπονται πιστοί· χαίρε, ξύλον προφητόφθεγκτον, πεφυτευμένον εν γη.

Χαίρε, της Βασιλείας κατ’ εχθρών συμμαχία· χαίρε, της πολιτείας κραταιά προστασία.

Χαίρε, Κριτού δικαίου φανέρωσις· χαίρε, βροτών πταιόντων κατάκρισις.

Χαίρε, Σταυρέ, ορφανών αντιλήπτορ· χαίρε, Σταυρέ, πλουτιστά των πενήτων.

Χαίρε, Ξύλον μακάριον.

Ξένον θαύμα ιδόντες, ξένον βίον βιώμεν, τον νουν εις ουρανόν ανυψούντες· δια τούτο γαρ εν τω Σταυρώ ο Χριστός επάγη, και σαρκί πέπονθε, βουλόμενος ελκύσαι προς το ύψος, τους αυτώ βοώντας·

Αλληλούϊα.

Όλος ήλθεν εξ ύψους, την Θεότηταν έχων, ο μόνος προαιώνιος Λόγος· και τεχθείς εκ Παρθένου Μητρός, και φανείς τω κόσμω ταπεινός άνθρωπος, Σταυρόν καταδεξάμενος, εζώωσε αυτώ βοώντας·

Χαίρε, Σταυρέ της ειρήνης όπλον· χαίρε, βαλβίς των οδοιπορούντων.

Χαίρε, σωζομένων σοφία και στήριγμα· χαίρε, απολλυμένων μωρία και σύντριμμα.

Χαίρε, εύκαρπον, αθάνατον, και ζωηφόρον φυτόν· χαίρε άνθος, όπερ ήνθησε την σωτηρίαν ημών.

Χαίρε, ότι συνάπτεις τα εν γη συν τοις άνω· χαίρε, ότι φωτίζεις τας καρδίας των κάτω.

Χαίρε, δι’ ου φθορά εξωστράκισται· χαίρε, δι’ ου η λύπη ηφάνισται.

Χαίρε, κάλων μυριάριθμος όλβος· χαίρε, πιστών μυριώνυμον εύχος.

Χαίρε, Ξύλον μακάριον.

Πέπτωκε των δαιμόνων, η παμβέβηλος φάλαγξ, και γένος των Εβραίων ησχύνθη, προσκυνούμενον τον Σταυρόν παρά πάντων, μετά πόθου βλέποντες, αεί δε αναβλύζοντα ιάματα τοις εκβοώσιν.

Αλληλούϊα.

Ρεύματα συνεστάλη, λογισμών κακοδόξων, παγέντος σου Χριστέ επί ξύλου· απορούσι γαρ όντως το, Πως και Σταυρόν υπέστης, και φθοράν πέφευγας· ημείς δε την Ανάστασιν δοξάζοντες, αναβοώμεν.

Χαίρε, σοφίας Θεού το ύψος· χαίρε, προνοίας αυτού το βάθος.

Χαίρε, μωρολόγων αλόγων η άγνοια· χαίρε, μαντιπόλων αφρόνων απώλεια.

Χαίρε, ότι την Ανάστασιν εμφανίζεις του Χριστού· χαίρε, ότι τα παθήματα ανακαινίζεις αυτού.

Χαίρε, των πρωτοπλάστων την παράβασιν λύσας· χαίρε, του Παραδείσου τας εισόδους ανοίξας.

Χαίρε Σταυρέ, τοις πάσι σεβάσμιε· χαίρε, εθνών απίστων αντίπαλε.

Χαίρε Σταυρέ, ιατρέ των νοσούντων· χαίρε, αεί βοηθέ των βοώντων.

Χαίρε, Ξύλον μακάριον.

Σώσει θέλων των κόσμον, ο του κόσμου κοσμήτωρ, κατήλθε προς αυτόν απορρήτως· και Σταυρόν υπέστη, Θεός ων, δι’ ημάς, τα πάντα καθ’ ημάς δέχεται· διό και λυτρωσάμενος ημάς, ακούει παρά πάντων·

Αλληλούϊα.

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ’ ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας· Χαίρε, Ξύλον μακάριον.

Ωδή δ’. Ο Ειρμός

Ο καθήμενος εν δόξη, επί θρόνου Θεότητος· εν Σταυρού τω ξύλω, ήλθεν Ιησούς ο υπέρθεος, τη ακηράτω παλάμη, και διέσωσε, τους κραυγάζοντας· Δόξα Χριστέ τη δυνάμει σου.

Τροπάρια

Ευφημούμέν σε προθύμως, υποπόδιον λέγοντες, των ποδών Κυρίου, εν ω προσκυνούμεν πανάγιε, χαίρε Σταυρέ· και υψούμεν τον υψώσαντα, την πεσούσαν φύσιν παραβάσει Προπάτορος.

Ιορδάνης μαρτυρεί σου, την φρικτήν θείαν δύναμιν, Σταυρέ του Κυρίου, αναχαιτισθείς υπέρ λόγον τε, και τόπον δους Πατριάρχη διαβαίνοντι, και ανάξας τω Ελισσαιέ το σιδήριον.

Όφεις χαίρε ο κτιννύων, εν ερήμω βλεπόμενος· χαίρε φως Κυρίου, το φωτίζον πάντα τα πέρατα· χαίρε ο σκόλοψ βαρβάρων, η κατάλυσις, των ξοάνων τε, και Ιουδαίων απώλεια.

Νήσοι, ήπειρος η πάσα, σω τιμίω κλεΐζονται, κλέος οικουμένης, Σταυρέ ζωηφόρε ονόματι· ύψωσον κέρας απάντων, χριστωνύμων τε, και κατάβαλε των εναντίον το φρύαγμα.

Σοι βοώμεν ως εμψύχω· Χαίρε Ξύλον τρισόλβιον· χαίρε ζωής Ξύλον· χαίρε προσκυνούμενον πάντοτε, υπό Αγγέλων, ανθρώπων· χαίρε καύχημα, ουρανού και γης, σώσον ημάς τη δυνάμει σου.

Ωδή ε’. Ο Ειρμός

Εξέστη τα σύμπαντα, επί τη θεία δόξη σου· συ γαρ τρισμακάριστον ω Ξύλον, έσχες εις ύψος τον επί πάντων Θεόν, και έδειξας άχρονον ημίν, πάσι τοις υμνούσί σε, σωτηρίαν δωρούμενος.

Τροπάρια

Όπλον θεοχάλκευτον, ο θυρεός της πίστεως, κράτος το ακράδαντον εν μάχαις, Σταυρέ Κυρίου, χαίρε η δίστομος σπάθη των πιστών· χαίρε δι’ ης, Άγαρ κατασφάττεται, και εγείρονται τρόπαια.

Ισχύς και οχύρωμα, ανθρώπων Σταυρέ τίμιε, κλίμαξ τον Θεόν εστηριγμένον, επί σε έχουσα, χαίρε το κήρυγμα, πάντων Προφητών· χαίρε δι’ ου ο κόσμοςς ηγίασται, και Σατάν καταβέβληται.

Πάθος το κεφάλαιον, παθών Κυρίου ένδοξε, χαίρε του παθόντος εκουσίως, εξ ου το θείον πόμα ανέβλυσε, πάσι το πανάχραντον αυτού Αίμα, και επίομεν, εκτακέντες οι άνθρωποι.

Ρείθροις θείου Αίματος, επαρδευθείς πανάγιε Σταυρέ, θεοτίμητε τους πίστει, σώζε κινδύνων, και του λοιμού και λιμού, βοώντάς σοι· χαίρε η πηγή, άρδουσα τα σύμπαντα, τα σωτήρια νάματα.

Ευλόγησον Κύριε, του σου Σταυρού τη χάριτι, τον ενιαυτόν χρηστότητός, τους ιερέας, τους βασιλείς, τον στρατόν, πάντα περιούσιον λαόν, πιστώς προσκυνούντάς σου, τον Σταυρόν τον φωτόμορφον.

Ωδή στ’. Ο Ειρμός

Την θείαν ταύτην και πάντιμον, τελούντες Εορτήν οι θεόφρονες του θεοδέγμονος, Σταυρού, τας χείρας κροτήσωμεν, τον επ’ αυτώ τεθέντα Θεόν δοξάζοντες.

Τροπάρια

Πάσα η γη προσκυνούμέν σε, και ψάλλομεν τω θείω ονόματι, σου Σταυρέ ύψιστε, σεπτώ Αγγέλοις υπάρχοντι, και φοβερώ καυτοίς τοις δαιμόνων άρχουσι.

Ελένη γήθεν το λάβαρον, εκλάμψαν βασιλείας τουπίσημον, Χριστιανών ημών, γνούσα το, χαίρε σοι έκραζε, χαίρε ημών η δόξα και το κραταίωμα.

Ιδού καυτοί σοι κραυγάζομεν· χαίρε Σταυρέ Κυρίου πανένδοξε· χαίρε ελπίζω ημών· χαίρε υψών ημάς άπαντας, τη παγκοσμίω ήδη θεία υψώσει σου.

Χαράς αιτίου υπάρξαντος, πιστοί νυν τη δυνάμει σου χαίρομεν, και προσκυνούμέν σε· χαίρε λαμπτήρ παμφαέστατε· χαίρε νηπίων φύλαξ και πολυΰμνητε.

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ’ ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας· Χαίρε, Ξύλον μακάριον.

Οίκοι

Τείχος της οικουμένης, ω Σταυρέ ζωηφόρε, απόρθητον και θείον νοούμεν· ο γαρ του ουρανού και της γης, κατασκευάσας σε Ποιητής, τάννυσι τας χείρας, ξένον άκουσμα· και άπαντας εκφωνείν διδάσκει·

Χαίρε, η βάσις της ευσεβείας· χαίρε, το νίκος της κληρουχίας.

Χαίρε, Αμαλήκ νοητόν ο τροπούμενος· χαίρε, Ιακώβ ταις χερσί προτυπούμενος.

Χαίρε, συ γαρ ανεμόρφωσας τας παλαιτάτας σκιάς· χαίρε, συ γαρ ανεπλήρωσας προφητοφθέγκτους φωνάς.

Χαίρε, ο τον Σωτήρα των απάντων βαστάσας· χαίρε, ο τον φθορέα των ψυχών καταργήσας.

Χαίρε, δι’ ου Αγγέλοις ηνώθημεν· χαίρε, δι’ ου φωτί κατηυγάσθημεν.

Χαίρε, σε γαρ προσκυνούμεν τιμώντες· χαίρε, σοι γαρ προσφωνούμεν βοώντες·

Χαίρε, Ξύλον μακάριον.

Ύμνος άπας μειούται, συνακολουθείν θέλων, τω πληθεί των πολλών σου θαυμάτων· εγκωμίων πληθύν και γαρ αν προσάξωμέν σοι, ω Σταυρέ τίμιε, ουδέν τελούμεν άξιον, ων δέδωκας ημίν· αλλ’ ουν βοώμεν·

Αλληλούϊα.

Φωτοπάροχχον αίγλην, τοις εν σκότει δωρείται, Σταυρός ο ζωοδώρητος ούτος· το γαρ άϋλον δέδεκται φως, και προς γνώσιν θείαν δαδουχεί άπαντας· υψοί δε νυν υψούμενος τον νουν ημών, αναμέλπειν ταύτα·

Χαίρε, φωστήρ, τοις εν σκότει φαίνων· χαίρε, αστήρ τον κόσμον αυγάζων.

Χαίρε, αστραπή, χριστοκτόνους αμβλύνουσα· χαίρε, η βροντή, τους απίστους εκπλήττουσα.

Χαίρε, ότι κατελάμπρυνας Ορθοδόξων τους χορούς, χαίρε, ότι κατηδάφισας των ειδώλων τους βωμούς.

Χαίρε, ούπερ ο τύπος ουρανόθεν εφάνη· χαίρε, ούπερ η χάρις πονηρίας ελαύνει.

Χαίρε, σαρκός σημαίνων την νέκρωσιν· χαίρε, παθών ο κτείνων επέγερσιν.

Χαίρε, εν ω ο Χριστός εσταυρώθη· χαίρε, δι’ ου πας ο κόσμος εσώθη.

Χαίρε Ξύλον, μακάριον.

Χάριν δούναι θελήσας, ο Χριστός τοις ανθρώποις, τας χείρας επί ξύλου εκτείνει, και τα έθνη πάντα συγκαλεί, και βασιλείαν πάσιν ουρανών δίδωσι, τοις μέλπουσι τον ύμνον επαξίως, και πιστώς βοώσιν·

Αλληλούϊα.

Ψάλλοντές σου τον ύμνον, ευφημούμεν εκ πόθου, ως έμψυχον Κυρίου σε Ξύλον· επί σοι γαρ παγείς εν σαρκί, ο δεσπόζων των δυνάμεων, ηγίασεν, εδόξασεν, εδίδαξε βοάν σοι ταύτα·

Χαίρε, Σταυρέ, νοητή ρομφαία· χαίρε, Αγίων άγιον βλέμμα.

Χαίρε, Προφητών και Δικαίων προκήρυγμα· χαίρε, του Χριστού λαμπροφόρον στρατήγημα.

Χαίρε, κάλλος και διάδημα βασιλέων ευσεβών· χαίρε, κράτος και οχύρωμα ιερέων ευλαβών.

Χαίρε, της αληθείας ευκλεέστατος κόσμος· χαίρε, της σωτηρίας ευτυχέστατος όρμος.

Χαίρε, φαιδρόν απάντων αγλάϊσμα· χαίρε, υιών της Άγαρ φυγάδευμα.

Χαίρε, φωτός ακηράτου λυχνία· χαίρε, ψυχής της εμής θυμηδία.

Χαίρε Ξύλον, μακάριον.

Ω πανύμνητον Ξύλον, το βαστάσαν τον πάντων Αγίων, αγιώτατον Λόγον (τρις)· δεδεγμένων ημώς τα λιτάς, από πάσης ρύσαι συμφοράς άπαντας, και αιωνίου λύτρωσαι κολάσεως τους σοι βοώντας·

Αλληλούϊα.

Άγγελοι ουρανόθεν, αοράτως κυκλούσι, Σταυρόν τον ζωηφόρον εν φόβω· και φωτοπάροχον χάριν λαμπρώς παρεχόμενον, νυν τοις πιστοίς βλέποντες, εξίστανται, και ίστανται βοώντες προς αυτόν τοιαύτα·

Χαίρε, Σταυρέ, οικουμένης φύλαξ· χαίρε, η δόξα της Εκκλησίας.

Χαίρε, ο πηγάζων αφθόνως ιάματα· χαίρε, ο φωτίζων του κόσμου τα πέρατα.

Χαίρε, ξύλον ζωομύριστον, και θαυμάτων θησαυρέ· χαίρε, συνθετοτρισόλβιε, και χαρίτων παροχεύ.

Χαίρε, ότι υπάρχεις υποπόδιον θείον· χαίρε, ότι ετέθης εις προσκύνησιν πάντων.

Χαίρε, κρατήρ του νέκταρος έμπλεως· χαίρε, λαμπτήρ της άνω λαμπρότητος.

Χαίρε, δι’ ου ευλογείται η κτίσις· χαίρε, δι’ ου προσκυνείται ο Κτίστης.

Χαίρε, Ξύλον μακάριον.

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ’ ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας· Χαίρε, Ξύλον μακάριον.

Ωδή ζ’. Ο Ειρμός

Ουκ ελάτρευσαν, τη κτίσει οι θεόφρονες, παρά τον Κτίσαντα· αλλά πυρός απειλήν, ανδρείως πατήσαντες, χαίροντες έψαλλον· Υπερύμνητε, ο των Πατέρων Κύριος και Θεός ευλογητός ει.

Τροπάρια

Αναφέρουσα, εκ γης προς τα ουράνια, χαίρε η γέφυρα· χαίρε σημείον εν ω, φλογίνη ρομφαία μεν υποκεχώρησε. Ληστής ήλθε δε, χαίρων εις τον Παράδεισον· Ανυμνώ την δύναμίν σου.

Ιερέων η ευπρέπεια ζωήρρυτε, χαίρε θεμέλιον της Εκκλησίας ημών, γαλήνη του σύμπαντος· χαίρε ανάκλησις, μετανοίας τε, και παρθενάις τήρησις· χαίρε ξύλον αφθαρσίας.

Ρόδον εύοσμον, άνθος χαίρε αμάραντον, ράβδος βλαστήσασα της σωτηρίαν ημών· Ζωής χαίρε τράπεζα, παρατιθέμενον, άρτον έχουσα· χαίρε τροφή πεινώντων τε και λιμήν χειμαζομένων.

Ευφημεί σε, μακαρίζοντα τα πέρατα, και ανακράζει σοι· Χαίρε το άρμα Θεού, εν ω περιέδραμεν αγαλλιώμενος, ώσπερ γίγας τις, τον ουρανόν, την άβυσσον, έως άκρων ουρανίων.

Ιλαστήριον, απάντων χαίρε τίμιε· χαίρε η σύστασις, παντός του κόσμου Σταυρέ, δι’ ου υψουμένου τε συνανυψούμεθα, και διάβολος, πίπτει εις άδου πέταυρον, τω αυτώ ητοιμασμένον.

Ωδή η’. Ο Ειρμός

Παίδας ευαγείς εν τη αβύσσω, ο τύπος του θεοδόχου διεσώσατο, τότε μεν τυπούμενος· νυν δε ενεργούμενος, την οικουμένην άπασαν αγείρει ψάλλουσαν· τον Κύριον υμνείτε τα έργα, και υπερυψούτε εις πάντας τους αιώνας.

Τροπάρια

Ναμάτων πηγής εκ σωτηρίου, του θείου Σταυρού, πλουσίως αρυσώμεθα, θεορρύτων άπαντες, της πλευράς του πλάσαντος, ημάς προθύμως κράζοντες και πιστεί ψάλλοντες· Τον Τίμιον υμνούμεν Κυρίου, και υπερυψούμεν Σταυρόν εις τους αιώνας.

Μέσον ουρανού και γης ιδρυθής, ως κλίμας Σταυρέ Κυρίου ωραιο΄τατε, ίνα ανατρέχωμεν προς τα επουράνια, δια της σης οι άνθρωποι ανόδου, ψάλλοντες· Τον Τίμιον Σταυρόν ανυμνούμεν, και υπερυψούμεν εις πάντας τους αιώνας.

Ο τόπος Κυρίου, ου οι πόδες, οι άγιοι σοι προς σωτηρίαν έστησαν· όθεν προσκυνούμέν σε, Σταυρέ ηλιόμορφε, των ασκητών εντρύφημα, του Παντοκράτορος, η έκλαμπρος σημαία της νίκης, κατά του Βελιάρ, η θεοδόχος κλίνη.

Νεκροί δια σου ζωοποιούνται· θανάτου και γαρ τον νεκρωτήν εβάστασας· τυφλοί αναβλέπουσιν, ώτα διανοίγονται, δαίμονες διώκονται, πάθη αφίστανται, μυρίων αγαθών ταμειούχε, Σταυρέ του Σωτήρος, η κλεις του Παραδείσου

Ώφθης Κωνσταντίνω τω μεγάλω, τω κράτορι ευσεβείας, ω πανέβαστε, Σταυρέ θεοδώρητε, και πανυπερθαύμαστε, ηλιακών λαμπρότερος βολίδων· όθεν σε τον Κύριον υμνούμεν τον δόντα, και υπερυψούμεν εις πάντας τους αιώνας.

Ωδή θ’. Ο Ειρμός

Άπας γηγενής, σκιρτάτω τω πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δε, αΰλων Νόων φύσις γεραίρουσα, τα ιερά θαυμάσια της Θεομήτορος, και βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε αγνή αειπάρθενε.

Τροπάρια

Ίθυνον ημών, Σταυρέ παμμακάριστε, των προσκυνούντων σε, προς τα εντολάς Χριστού, την ζωήν, ίνα σοι Χαίρε κράζωμεν· χαίρε κατάρας λύτρωσις, ως ταννυσθέντος σοι, του Κυρίου και κατάραν λύσαντος, ευλογίαν ημίν αντεισάξαντος.

Ήρθη επί γης, απάσης η δόξα σου, Σταυρέ και έπλησε, και τα επουράνια· διό σοι, Χαίρε αεί κραυγάζομεν· χαίρε, δι’ ου εσώθημεν, τα έθνη άπαντα, προσκυνούντες, Τριάδα αχώριστον, τον Πατέρα, Υιον συν των Πνεύματι.

Συ ει ο Σταυρός, δι’ ου πάλαι έσχισε, Μωσής την θάλασσαν· συ ει η εκφυήσασα, Ααρωνίτις η ράβδος τα κάρυα· συ το γλύκαναν ξύλον Μέρας τα νάματα· σοι βοώμεν· Χαίροις προφητόφθεγκτε, αυτουργέ τεραστίων εκάστοτε.

Όλης εκ ψυχής, το Χαίρέ σοι κράζομεν, Σταυρέ πανάγιε, και κατασφραγίζομεν, αυτούς, και πόλεις πλοία τε, και ιερά, και άπαντα τα εγχειρήματα, σου το θείον, όνομα χαράττοντες, πεποιθότες εν σοι και τροπούμενοι.

Ύψωσον Χριστέ, ημών λατρευόντων σοι, και προσκυνούντων σου, τον ζωοποιόν Σταυρόν, και τα φρικτά σοι, θεία παθήματα, την πολιτεία· θραύσον δε, τους αντιλέγοντας, ίνα γνώσι, πάντες την αήττητον, του Τιμίου Σταυρού σου την δύναμιν.

Σώσόν με Μητρός, τη χαρίτι δέομαι της παναχράντου σου, και ζωοποιού Σταυρού, θεία δύναμει, ον και υπέμεινας, ω Ιησού μακρόθυμε, και πολυέλεε, ίνα σώσης, ρεύσον το εικόνα σην, και ομοίωσιν φέρον πλαστούργημα.

Advertisements
Αναρτήθηκε στις ΔΙΑΦΟΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ, Οι 24 οίκοι εις την νοητήν κλίμακα του Τιμίου Σταυρού. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Οι 24 οίκοι εις την νοητήν κλίμακα του Τιμίου Σταυρού
Αρέσει σε %d bloggers: