Ακολουθία του μικρού παρακλητικού κανόνος

(142).v μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου· και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί. Θεός Κύριος, μετά των στίχων αυτού εξ έκατέρων των χορών. πλήθους πταισμάτων· μη αποστρέψης σους δούλοι κενούς· σε γαρ και μόνην ελπίδα κεκτήμεθα.Το αυτό. Και νυν. λαλείν οι ανάξιοι· ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τίς δε διεφύλαξεν, έως νυν ελευθέρους; ουκ αποστώμεν Δέσποινα εκ σου· σους γαρ δούλους σώζει αεί εκ παντοίων δεινών.(50). και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα˙ όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.Ιδού γαρ αλήθειαν ηγάπησας· τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι· πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτήριας μου· αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι, ει ήθέλησας θυσίαν, έδωκα αν˙ ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφορά και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

Ψαλλομένου εν πάση περιστάσει και θλίψει ψυχής.

Ποίημα Θεοστηρίκτου Μοναχού· κατ’ άλλους δε, Θεοφάνους.

Ευλογήσαντος του ιερέως λέγομεν τον παρόντα ψαλμόν.

Ψαλμός ρμβ’

Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου·

Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιον σου πας ζων.

Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου· εταπείνωσεν εις γην την ζωήν μου.

Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος· και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη καρδία μου.

Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων.

Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρος σοι.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου.

Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.

Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.

Γνώρισόν μοι, Κύριε, οδόν εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.

Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.

Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία· ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.

Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχή

Και ευθύς το

Είτα τα παρόντα τροπάρια. Ήχος δ’

Τη Θεοτόκω εκτενώς νυν προσδράμωμεν, αμαρτωλοί και ταπεινοί και προσπέσωμεν, εν μετανοία κράζοντες εκ βάθους ψυχής· Δέσποινα βοήθησον, εφ’ ημίν σπλαγχνισθείσα· σπεύσον απολλύμεθα, υπό

Δόξα.

Ου σιωπήσομεν ποτέ Θεοτόκε, τας δυναστείας σου

Ψαλμός ν’

Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου,

λυτρωτή και Θεώ ημών άσωμεν..

Και αρχόμεθα του κανόνος.

Ωδή α’. Ήχος πλ. δ’. Ο Ειρμός.

Υγράν διοδεύσας ωσεί ξηράν, και την Aιγυπτίαν μοχθηρίαν διαφυγών, ο Ισραηλίτης ανεβόα· Τω

Τροπάρια

Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, σωτηρίαν επιζητών· ω Μήτερ τουΛόγου και Παρθένε, των δυσχερών και δεινών με διάσωσον.

Παθών με ταράττουσι προσβολαί, πολλής αθυμίας εμπιπλώσαι μου την ψυχήν· ειρήνευσον Κόρη τη γαλήνη, τη του Υιού και Θεού σου Πανάμωμε.

Σωτήρα τεκούσαν σε και Θεόν, δυσωπώ Παρθένε, λυτρωθήναι με των δεινών· σοι γαρ νυν προσφεύγων ανατείνω, και την ψυχήν και την διάνοιαν.

Νοσούντα το σώμα και την ψυχήν, επισκοπής θείας, και προνοίας της παρά σου, αξίωσον μόνη Θεομήτορ, ως αγαθή αγαθού τε λοχεύτρια.

.

Ωδή γ’. Ο Ειρμός.

Ουρανίας αψίδος, οροφουργέ Κύριε, και της Εκκλησίας δομήτορ, συ με στερέωσαν, εν τη αγάπη τη ση, των εφετών η ακρότης, των πιστών το στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια

· των ιαμάτων γαρ, ανελλιπή σε γινώσκω, θησαυρόν πανάμωμε τον αδαπάνητον. Κύριε ελέησον ιε’. Μετά δε την εκφώνησιν, το επόμενον.

Προστασίαν και σκέπην, ζωής εμής τίθημι, σε Θεογεννήτορ Παρθένε· συ με κυβέρνησον, προς τον λιμένα σου, των αγαθών η αιτία, των πιστών το στήριγμα, μόνη πανύμνητε.

Ικετεύω Παρθένε, τον ψυχικόν τάραχον, και της αθυμίας την ζάλην, διασκεδάσαι μου· συ γαρ Θεόνυμφε, τον αρχηγόν της γαλήνης, τον Χριστόν εκύησας, μόνη πανάχραντε.

Ευεργέτην τεκούσα, τον των καλών αίτιον, της ευεργεσίας τον πλούτον, πάσιν ανάβλυσον· πάντα γαρ δύνασαι, ως δυνατόν εν ισχύι, τον Χριστόν κυήσασα, θεομακάριστε.

αλεπαίς αρρωστίαις, και νοσεροίς πάθεσιν, εξεταζομένω Παρθένε, συ μοι βοήθησον

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν. ως άρρηκτον τείχος και προστασίαν.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Είτα μνημονεύει ο ιερεύς, δι’ ους ή παράκλησις γίνεται, και ημείς ψάλλομεν το

Κάθισμα. Ήχος β’ Τα άνω ζητών.

Πρεσβεία θερμή, και τείχος απροσμάχητον, ελέους πηγή, του κόσμου καταφύγιον, εκτενώς βοώμεν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, και εκ κινδύνων λύτρωσαι ημάς, η μόνη ταχέως προστατεύουσα.

.

Ωδή δ’. Ο Ειρμός.

Εισακήκοα Κύριε, της οικονομίας σου το μυστήριον· κατενόησα τα έργα σου, και εδόξασά σου την θεότητα.

Τροπάρια.

Των παθών μου τον τάραχον, η τον κυβερνήτην τεκούσα Κύριον, και τον κλύδωνα κατεύνασον, των εμών πταισμάτων Θεονύμφευτε.

Ευσπλαγχνίας την άβυσσον, επικαλουμένω της σης παράσχου μοι, η τον εύσπλαγχνον κυήσασα, και Σωτήρα πάντων των υμνούντων σε.

Απολαύοντες πάναγνε, των σων δωρημάτων ευχαριστήριον, αναμέλπομεν εφύμνιον, οι γινώσκοντές σε Θεομήτορα.

Οι ελπίδα και στήριγμα, και της σωτηρίας τείχος ακράδαντον, κεκτημένοι σε πανύμνητε, δυσχερείας πάσης εκλυτρούμεθα.

Ωδή ε’. Ο Ειρμός.

Φώτισον ημάς, τοις προστάγμασί σου Κύριε, και τω βραχίονί σου τω υψηλώ, την σην ειρήνην παράσχου ημίν φιλάνθρωπε.

Τροπάρια

τεκούσα το θείον και προαιώνιον..

Έμπλησον Αγνή, ευφροσύνης την καρδίαν μου, την σην ακήρατον διδούσα χαράν, της ευφροσύνης η γεννήσασα τον αίτιον.

Λύτρωσαι ημάς, εκ κινδύνων Θεοτόκε αγνή, η αιωνίαν τεκούσα λύτρωσιν, και την ειρήνην την πάντα νουν υπερέχουσαν.

Λύσον την αχλύν, των πταισμάτων μου Θεόνυμφε, τω φωτισμώ της σης λαμπρότητος, η φως

Ίασαι Αγνή, των παθών μου την ασθένειαν, επισκοπής σου αξιώσασα, και την υγείαν τη πρεσβεία σου παράσχου μοι.

Ωδή ς’. Ο Ειρμός.

Την δέησιν, εκχεώ προς Κύριον, και αυτώ απαγγελώ μου τας θλίψεις, ότι κακών η ψυχή μου επλήσθη, και η ζωή μου τω αδη προσήγγισε· και δέομαι ως Ιωνάς· ‘Εκ φθοράς ο Θεός με ανάγαγε.

Τροπάρια

ρυσθήναι με. (δις).(δις). του πατρός σου, και επιθυμήσει ο βασιλεύς του κάλλους σου.

Ευαγγέλιον

Εκ του κατά Λουκάν
(κεφ. α’ 39)..

Θανάτου, και της φθοράς ως έσωσεν, εαυτόν εκδεδωκώς τω θανάτω, την τη φθορά και θανάτω μου φύσιν, κατασχεθείσαν Παρθένε δυσώπησον τον Κύριον σου και Υιόν, της εχθρών κακουργίας με ρύσασθαι.

Προστάτιν σε, της ζωής επίσταμαι, και φρουράν ασφαλεστάτην Παρθένε, των πειρασμών διαλύουσαν όχλον, και επηρείας δαιμόνων ελαύνουσαν· και δέομαι δια παντός· εκ φθοράς των παθών μου

Ως τείχος, καταφυγής κεκτήμεθα, και ψυχών σε παντελή σωτηρίαν, και πλατυσμόν εν ταις θλίψεσι Κόρη, και τω φωτί σου αεί αγαλλόμεθα. Ω Δέσποινα και νυν ημάς, των παθών και κινδύνων διάσωσον.

Εν κλίνη νυν, ασθενών κατάκειμαι, και ουκ έστιν ίασις τη σαρκί μου· αλλ’ η Θεόν και σωτήρα του κόσμου, και τον λυτήρα των νόσων κυήσασα, σου δέομαι της αγαθής· εκ φθοράς νοσημάτων ανάστησον.

Διάσωσον από κινδύνων τους δούλους σου Θεοτόκε, ότι πάντες μετά Θεόν εις σε καταφεύγομεν, ως άρρηκτον τείχος και προστασίαν.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ήμερων τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Ο ιερεύς μνημονεύει ως δεδήλωται. Μετά δε την εκφώνησιν·

Κοντάκιον. Ήχος β’.

Προστασία των Χριστιανών ακαταίσχυντε, μεσιτεία προς τον Ποιητήν αμετάθετε, μη παρίδης αμαρτωλών δεήσεων φωνάς· αλλά πρόφθασον ως αγαθή, εις την βοήθειαν ημών, των πιστώς κραυγαζόντων σοι· Τάχυνον εις πρεσβείαν, καί σπεύσον εις ικεσίαν, η προστατεύουσα αεί, Θεοτόκε των τιμώντων σε.

Είτα το α’ άντίφωνον των Αναβαθμών του δ’ ήχου.

Εκ νεότητός μου, πολλά πολεμεί με πάθη· αλλ’ αυτός αντιλαβού, και σώσον Σωτήρ μου

Οι μισούντες Σιών, αισχύνθητε από του Κυρίου, ως χόρτος γαρ πυρί, έσεσθε απεξηραμμένοι

Δόξα.

Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει υψούται, λαμπρύνεται, τη Τριαδική Μονάδι ιεροκρυφίως.

Και νυν.

Αγίω Πνεύματι, αναβλύζει τα της χάριτος ρείθρα αρδεύοντα, άπασαν την κτίσιν, προς ζωογονίαν.

Και ευθύς το προκείμενον.

Μνησθήσομαι του ονόματός σου εν πάση γενεά και γενεά.

Στίχ. Άκουσον, θύγατερ, και ίδε, και κλίνον το ους σου, και επιλάθου του λαού σου, και του οίκου

Ήχος β’. Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου..

Εν ταις ημέραις εκείναις, αναστάσα Mαριάμ, επορεύθη εις την ορεινήν μετά σπουδής εις πόλιν Ιούδα· και εισήλθεν εις τον οίκον Ζαχαρίου και ησπάσατο την Ελισάβετ. Και εγένετο, ως ήκουσεν ή Ελισάβετ τον ασπασμόν της Μαρίας, εσκίρτησε το βρέφος εν τη κοιλία αυτής· και επλήσθη Πνεύματος αγίου η Ελισάβετ και ανεφώνησε φωνή μεγάλη και είπεν· Ευλογημένη συ εν γυναιξί και ευλογημένος ο καρπός της κοιλίας σου. Και πόθεν μοι τούτο, ίνα έλθη η μήτηρ του Κυρίου μου προς με; Ιδού γαρ, ως εγένετο η φωνή του ασπασμού σου εις τα ώτα μου, εσκίρτησε το βρέφος εν αγαλλιάσει εν τη κοιλία μου. Και μακαρία η πιστεύσασα ότι έσται τελείωσις τοις λελαλημένοις αυτή παρά Κυρίου. Και είπε Μαριάμ· Μεγαλύνει η ψυχή μου τον Κύριον και ηγαλλίασε το πνεύμα μου επί τω Θεώ τω σωτήρι μου· ότι επέβλεψεν επί την ταπείνωσιν της δούλης αυτού. Ιδού γαρ από του νυν μακαριούσι με πάσαι αι γενεαί· ότι εποίησέ μοι μεγαλεία ο Δυνατός και άγιον το όνομα αυτού. Έμεινε δε Μαριάμ συν αυτή ωσεί μήνας τρεις και υπέστρεψεν εις τον οίκον αυτής.

Δόξα.

Πάτερ Λόγε Πνεύμα, Τριάς η εν Μονάδι, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Και νυν.

Ταις της Θεοτόκου, πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Είτα·

Ήχος πλ. β’. Όλην αποθεμένοι

το συμφέρον της αιτήσεως. και δικαίων θεοπατόρων Ιωακείμ και Άννης· του αγίου (της ημέρας), και πάντων σου των Αγίων. Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε· επάκουσον ημών των αμαρτωλών δεομένων σου, και ελέησον ημάς.ιβ’. Μετά δε το Ελέει και οικτιρμοίς, αποπληρούμεν τας λοιπάς ωδάς του κανόνος..

Μη καταπιστεύσης με, ανθρωπινή προστασία, Παναγία Δέσποινα, αλλά δέξαι δέησιν του ικέτου σου· θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα· σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου· Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρίδης την δέησιν· το συμφέρον ποίησον.

Ουδείς προστρέχων επί σοι, κατησχυμμένος από σου εκπορεύεται, αγνή Παρθένε Θεοτόκε· αλλ’ αιτείται την χάριν, και λαμβάνει το δώρημα, προς

Μεταβολή των θλιβομένων, απαλλαγή των ασθενούντων υπάρχουσα, Θεοτόκε Παρθένε, σώζε πόλιν και λαόν, των πολεμουμένων η ειρήνη, των χειμαζόμενων η γαλήνη, η μόνη προστασία των πιστών.

Ο ιερεύς.

Σώσον ο Θεός τον λαόν σου και ευλόγησον την κληρονομίαν σου· επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς· ύψωσον κέρας Χριστιανών ορθοδόξων και κατάπεμψον εφ’ ημάς τα ελέη σου τα πλούσια· πρεσβείαις της πανάχραντου Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας· δυνάμει του τιμίου και ζωοποιού Σταυρού· προστασίαις των τιμίων επουρανίων δυνάμεων ασωμάτων ικεσίαις του τιμίου και ένδοξου προφήτου, Προδρόμου και Βαπτιστού Ιωάννου· των αγίων ενδόξων και πανευφήμων Αποστόλων· των εν αγίοις πατέρων ημών, μεγάλων ιεραρχών και οικουμενικών διδασκάλων Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου· του εν αγίοις πατρός ημών Νικολάου, αρχιεπισκόπου Μύρων της Λυκίας, του θαυματουργού· των αγίων ενδόξων και καλλινίκων Μαρτύρων· των οσίων και θεοφόρων Πατέρων ημών· των αγίων

Κύριε ελέησον

Ωδή ζ’. Ο Ειρμός

.

Οι εκ της Ιουδαίας, καταντήσαντες Παίδες εν Βαβυλώνι ποτέ, τη πίστει της Τριάδος, την φλόγα της καμίνου, κατεπάτησαν ψάλλοντες· Ο των πατέρων ημών, Θεός ευλογητός ει.

Τροπάρια

ημών, Θεός ευλογητός ει. μετανοίας, τοις κραυγάζουσιν έδειξας· Ο των πατέρων ημών, Θεός ευλογητός ει. τη θεία, θεραπεύειν αξίωσον, η τον Σωτήρα Xριστόν, ημίν αποτεκούσα..

Την ημών σωτηρίαν, ως ήθέλησας Σώτερ οικονομήσασθαι, εν μήτρα της Παρθένου, κατώκησας τω κοσμώ, ην προστάτιν ανέδειξας. Ο των πατέρων

Θελητήν του ελέους, ον εγέννησας Μήτερ αγνή δυσώπησον, ρυσθήναι των πταισμάτων, ψυχής τε μολυσμάτων, τους εν πίστει κραυγάζοντας· Ο των πατέρων ημών, Θεός ευλογητός ει.

Θησαυρόν σωτηρίας, και πηγήν αφθαρσίας, την σε κυήσασαν, και πύργον ασφαλείας, και θύραν

Σωμάτων μαλακίας, και ψυχών αρρώστιας, Θεογεννήτρια, των ποθώ προσιόντων, τη σκέπει σου

Ωδή η’. Ο Ειρμός.

Τον Βασιλέα, των ουρανών ον υμνούσι στρατιαί των Αγγέλων υμνείτε, και υπερυψούτε, εις πάντας τους αιώνας.

Τροπάρια

σου τόκον. εις πάντας τους αιώνας..

Τους βοηθείας, της παρά σου δεομένους, μη παρίδης Παρθένε υμνούντας, και υπερυψούντας, σε Κόρη εις αιώνας.

Των ιαμάτων, το δαψιλές επιχέεις, τοις πιστώς υμνούσι σε Παρθένε, και υπερυψούσι, τον άφραστόν

Τας ασθενείας μου, της ψυχής ιατρεύεις, και σαρκός τας όδύνας Παρθένε, ίνα σε δοξάζω, την Κεχαριτωμένην.

Των πειρασμών συ, τας προσβολάς εκδιώκεις, και παθών τας εφόδους Παρθένε· όθεν σε υμνούμεν,

Ωδή θ’. Ο Ειρμός.

Κυρίως Θεοτόκον, σε ομολογούμεν, οι δια σου σεσωσμένοι Παρθένε Αγνή, συν ασωμάτοις χορείαις σε μεγαλύνοντες.

Τροπάρια

Άξιον εστίν ως αληθώς. μοι βοήθησον.

Ροήν μου των δακρύων, μη αποποίησης, η τον παντός εκ προσώπου παν δάκρυον, αφηρηκότα Παρθένε, Χριστόν κυήσασα.

Χαράς μου την καρδίαν, πλήρωσον Παρθένε, η της χαράς δεξαμενή το πλήρωμα, της αμαρτίας την λύπην εξαφανίσασα.

Λιμήν και προστασία, των σοι προσφευγόντων, γενού Παρθένε και τείχος ακράδαντον, καταφυγή τε και σκέπη και αγαλλίαμα.

ωτός σου ταις ακτίσι, λάμπρυνον Παρθένε, το ζοφερόν της αγνοίας διώκουσα, τους ευσεβώς Θεοτόκον σε καταγγέλλοντας.

Κακώσεως εν τόπω, τω της ασθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, εξ αρρώστιας εις ρώσιν μετασκευάζουσα.

Και ευθύς το

Και θυμιά ο ιερεύς το θυσιαστήριον καί τον ναόν, ή τον οίκον, όπου ψάλλεται η Παράκλησις, και ημείς ψάλλομεν τα παρόντα Μεγαλυνάρια.

Την υψηλοτέραν των ουρανών, και καθαρωτέραν, λαμπηδόνων ηλιακών, την λυτρωσαμένην, ημάς εκ της κατάρας, την Δέσποιναν του κόσμου, ύμνοις τιμήσωμεν.

Από των πολλών μου αμαρτιών, ασθενεί το σώμα, ασθενεί μου και η ψυχή· προς σε καταφεύγω, την Κεχαριτωμένην· ελπίς απηλπισμένων, συ

, υπό του Αποστόλου, Λουκά Ιερωτάτου, την Οδηγήτριαν. Παναγία Τριάς, Πάτερ ημών, και τα τροπάρια ταύτα.Θεοτοκίον. Ελέησον ημάς ο Θεός…

Δέσποινα και Μήτηρ του Λυτρωτού, δέξαι παρακλήσεις, αναξίων σων ικετών, ίνα μεσιτεύσης, προς τον εκ σου τεχθέντα· ω Δέσποινα του κόσμου, γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοι την ωδήν, νυν τη πανυμνήτω, Θεοτόκω χαρμονικώς· μετά του Προδρόμου, και πάντων των Αγίων, δυσώπει Θεοτόκε, του οικτειρήσαι ημάς.

Άλαλα τα χείλη των ασεβών, των μη προσκυνούντων, την Εικόνα σου την σεπτήν, την ιστορηθείσαν

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες, μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν, εις το σωθήναι ημάς.

Είτα· Τρισάγιον,

Ήχος πλ. β’.

Ελέησον ημάς Κύριε, ελέησον ημάς· πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη οι αμαρτωλοί προσφέρομεν· ελέησον ημάς.

Δόξα.

Κύριε, ελέησον ημάς· επί σοι γαρ πεποίθαμεν. Μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομοιών ημών· αλλ’ επίβλεψον και νυν ως εύσπλαγχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών· συ γαρ ει Θεός ημών, και ημείς λαός σου· πάντες έργα χειών σου, και το όνομά σου επικεκλήμεθα.

Και νυν.

Της ευσπλαγχνίας την πύλην, άνοιξον ημίν, ευλογημένη Θεοτόκε· ελπίζοντες εις σε μη αστοχήσωμεν· ρυσθείημεν δια σου των περιστάσεων· συ γαρ ει η σωτηρία του γένους των Χριστιανών.

Ο ιερεύς:

Και μνημονεύσας πάλιν, περί ων η Παράκλησις γίνεται, ποιεί την απόλυσιν. Μετ’ αυτήν δε, ενόσω οι αδελφοί ασπάζονται την εικόνα της Θεοτόκου, ψάλλονται τα παρόντα τροπάρια.

Ήχος β’· Ότε εκ του ξύλου.

Πάντων προστατεύεις αγαθή, των καταφευγόντων εν πίστει, τη κραταιά σου χειρί· άλλην γαρ ουκ έχομεν, αμαρτωλοί προς Θεόν, εν κινδύνοις και θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι, υπό πταισμάτων πολλών, Μήτερ του Θεού του Υψίστου, όθεν σοι προσπίπτομεν ρύσαι, πάσης περιστάσεως τους δούλους σου.

Όμοιον.

Πάντων θλιβομένων η χαρά, και αδικουμένων προστάτις, και πενομένων τροφή, ξένων Τε παράκλησις, και βακτηρία τυφλών, ασθενούντων επίσκεψις, καταπονουμένων, σκέπη και αντίληψις, και ορφανών βοηθός, Μήτερ του Θεού του Υψίστου, συ υπάρχεις Άχραντε σπεύσον, δυσωπούμεν ρύσασθαι τους δούλους σου.

Ήχος πλ. δ’.

Δέσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Ήχος β’.

Την πάσαν ελπίδα μου, εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Advertisements
Αναρτήθηκε στις Ακολουθία του μικρού παρακλητικού κανόνος, ΔΙΑΦΟΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Ακολουθία του μικρού παρακλητικού κανόνος
Αρέσει σε %d bloggers: