Χαιρετισμοί στον Γέροντα Πορφύριο

Κοντάκιον.

Ήχος πλ. δ΄. «Τη υπερμάχω.»

 

Του Παρακλήτου τον ναόν τον αγιώτατον,

και της Πανάγνου Θεοτόκου προσφιλέστατον

ανυμνήσωμεν Πορφύριον εκ καρδίας.

Αγαπά γαρ και ιάται πάντας, και φρουρεί,

και πρεσβεύει, όπως τύχωμεν θεώσεως.

Όθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

 

 

Άσημος και τω κόσμω αφανής διετέλεις,

ποιμήν των του πατρός σου προβάτων.

Και την του Καλυβίτου ζωήν

μελετών, εν ζήλω έσπευσας, όσιε,

μιμήσασθαι τον βίον του·

κραυγάζομέν σοι όθεν ταύτα·

 

 

 

Χαίρε, ποιμήν λογικών προβάτων·

Χαίρε, παθών κρουνέ ιαμάτων.

Χαίρε, της αγνείας ο φίλος ο ένθερμος·

Χαίρε, απορρήτων ο μύστης ο ένθεος.

Χαίρε, σκεύος καθαρώτατον της του Πνεύματος μονής·

Χαίρε, όργανον κατάλληλον θείας χάριτος ροής.

Χαίρε, ότι υπάρχεις οδηγός τοις ανθρώποις·

Χαίρε, ότι εξάρχεις αθλητών εν τοις κόποις.

Χαίρε, αστήρ φωτίζων μυστήρια·

Χαίρε, ημίν διδάσκων σωτήρια.

Χαίρε, Ευβοίας ο ένδοξος γόνος·

Χαίρε, δι’ ου εξαλείφεται πόνος.

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

 

Βήμασι σων γερόντων ηκολούθεις, ασκήσει,

τον βίον τούτοις όμοιον έχων.

Καυσοκαλυβίων ασκητής

απαράμιλλος υπακοή δέδειξαι,

διδάσκων ταπεινότατα

τους ζήλω σε υμνούντας ψάλλειν·

 

 

Αλληλούια.

 

 

 

Γνώσιν άρρητον, πάτερ, ο Θεός δέδωκέ σοι,

βραβεύων την αγίαν ζωήν σου·

και ιάσεις παθών χορηγεί

και μυστήρια σε ερευνάν δίδωσι,

ανθρώπων ευεργέτην σε δεικνύς,

των κραυγαζόντων ούτω·

 

 

 

Χαίρε, ο μύστης γνώσεως θείας·

Χαίρε, ερών ζωής της αγίας.

Χαίρε, νοημάτων Θεού ο εξάγγελος·

Χαίρε, αθλητών του Χριστού ο ισάγγελος.

Χαίρε, όμμα καθαρώτατον εξετάζον τα κρυπτά·

Χαίρε, στόμα ιερώτατον ερμηνεύον μυστικά.

Χαίρε, των ιερέων σεμνόν εγκαλλώπισμα·

Χαίρε, των αθλουμένων εν Άθωνι κόσμημα.

Χαίρε, πολλοίς παρέχων βοήθειαν·

Χαίρε, λαλών ημίν την αλήθειαν.

Χαίρε, σοφέ ιατρέ νοσημάτων·

Χαίρε, πηγή των ψυχής ιαμάτων.

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

 

Δόκιμος ανεδείχθης παλαιστής του Βελίαρ,

συντρίψας αυτόν τη ταπεινώσει.

Και το γέρας της νίκης λαβών,

απεστάλης κόσμω βοηθός, όσιε,

ποιμαίνων και ιώμενος βοώντας ευγνωμόνως ούτως·

 

 

Αλληλούια.

 

 

 

Έχων εν τη ψυχή σου τα χαρίσματα, πάτερ,

ανέδραμες προς την σην πατρίδα.

Και εν τη Χαραλάμπους μονή

ασκούμενος και διακονών, όσιε,

ιάτρευες τους πάσχοντας

ως ψάλλειν εν χαρά τοιαύτα·

 

 

 

Χαίρε, χαρά απάσης Ευβοίας·

Χαίρε, καρπέ πολλής ευσεβείας.

Χαίρε, ερευνών μυστικά συνειδήσεων·

Χαίρε, διαλύων πλοκάμους συγχύσεων.

Χαίρε, άνθρωπε ουράνιε, γην οικήσας ταπεινώς·

Χαίρε, άγγελε επίγειε, δι’ ον χαίρει ουρανός.

Χαίρε, ότι πικρίας καρδιών αφανίζεις·

Χαίρε, ότι χαράν και ελπίδα χαρίζεις.

Χαίρε, χορών αγγέλων ο μέτοχος·

Χαίρε, χαράς και λύπης συμμέτοχος.

Χαίρε, Θεού προς ημάς ευλογία·

Χαίρε, ημών η χαρά και υγεία.

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

 

Ζήλον έχων, θεόφρον,

επιστρέψαι ως πλείους

τη μάνδρα του Χριστού, του σωθήναι,

εις Αθήνας ήλθες ταπεινός·

εν ναϋδρίω δ’ υπηρετών έσωζες

πολλούς εις σε προστρέχοντας,

ως κράζειν ευγνωμόνως ούτως·

 

 

Αλληλούια.

 

 

 

Ήθλεις εν Ομονοία

καταπλήσσων τους πάντας,

ως άγγελος οικών Βαβυλώνα.

Και εγένου εν ταις Αθήναις

ιατρός και πάσιν οδηγός, όσιε,

πολλούς Χριστώ ανάγων,

ώστε κράζειν σοι σωθέντας ταύτα·

 

 

 

Χαίρε, δι’ ου ο Χριστός υμνείται·

Χαίρε, εξ ου ο εχθρός φοβείται.

Χαίρε, Εκκλησίας Ελλάδος το καύχημα·

Χαίρε, της Ευβοίας λαμπρόν το διάδημα.

Χαίρε, ότι σην καρδίαν αεί είχες καθαράν·

Χαίρε, ότι και μυστήρια ηξιώθης διοράν.

Χαίρε, ο τους αγώνας νικηφόρως ανύσας·

Χαίρε, την τεθλιμμένην ατραπόν διανύσας.

Χαίρε, πολλή υψωθείς ταπεινώσει·

Χαίρε, σοφίζων απλούς θεία γνώσει.

Χαίρε, εις ον Αθηναίοι προστρέχουσι·

Χαίρε, δι’ ου εις Χριστόν επιστρέφουσι.

 

 

Χαίροις, πάτερ Πορφύριε

 

 

 

Θαύματα επετέλεις αφανώς ασθενέσι

ταις θείαις προσευχαίς σου, παμμάκαρ.

Και τας των ιαθέντων τιμάς

Γερασίμω ένεμες σεμνώς, όσιε.

Διό σου την ταπείνωσιν

εδόξαζον χαρά βοώντες.

 

 

Αλληλούια

 

 

 

Ίον, μύρον ευώδες αποπνέον εν κόσμω,

εδείχθης, οσιώτατε πάτερ.

Και λαός ευφραίνετο εν σοι πάμπολυς

πιστώς σε ασπαζόμενος,

και κράζων εν χαρά τοιαύτα·

 

 

 

Χαίρε, πολλούς ο τη πίστει στηρίζων·

Χαίρε, αγάπην λαού ο θερίζων.

Χαίρε, ιερέων ο τύπος ο άριστος·

Χαίρε, ο κανών ευσεβείας ο άπταιστος.

Χαίρε, άνθος παραδείσιον εξανθήσαν επί γης·

Χαίρε, ποταμέ βαθύρροε ευσπλαγχνίας και στοργής.

Χαίρε, της Εκκλησίας ο σεμνός υπηρέτης·

Χαίρε, υπέρ αλγούντων εν δεινοίς ο ευχέτης.

Χαίρε, κλεινόν της χάριτος οίκημα·

Χαίρε, λαμπρόν πιστών το εντρύφημα.

Χαίρε, οικών εν Θεού Βασιλεία·

Χαίρε, στολίσας πολλούς ευσεβεία.

 

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

 

Κόσμον όλον ηγάπας, ει και πάντα ηρνήθης

τα τερπνά και ηδέα του κόσμου.

Μύστης όντως των εν ουρανοίς,

διηκόνεις πάντας εν χαρά,

άπαντα ευχαίς σου αγιάζων,

και διδάσκων πάσι ψάλλειν ούτως·

 

 

Αλληλούια.

 

 

Λάμψις όλη ηλίου περιέβαλλε, πάτερ,

σεπτήν τε πολιάν κεφαλήν σου,

επισκεπτομένου σε Θεού, χάριτι,

ποιούντος τε ιάσθαι σε τους ασθενούντας,

ώστε ψάλλειν·

 

 

 

Χαίρε, πλησθείς φωτός Θαβωρίου·

Χαίρε, γευθείς ζωής ουρανίου.

Χαίρε, του Χριστού ιερεύς ευλαβέστατος·

Χαίρε, εντολών τηρητής ακριβέστατος.

Χαίρε, σκήνωμα απλότητος και αγάπης θεϊκής·

Χαίρε, έμπλεως γενόμενος θεωρίας μυστικής.

Χαίρε, ότι εφάνης η λαμπάς της αγνείας·

Χαίρε, ότι εδείχθης κοινωνός απαθείας.

Χαίρε, ο χαράν προς όλους σκορπίσας·

Χαίρε, ο Χριστόν σφοδρώς αγαπήσας.

Χαίρε, αεί προς Θεόν μεσιτεύων·

Χαίρε, Παρθένον αγνήν ικετεύων.

 

 

Χαίροις, πάτερ Πορφύριε

 

 

Μέγας εν τοις οσίοις αθλητής ανεδείχθης,

ταπείνωσιν την άκραν ασκήσας

και αγάπην πολλήν εν ταυτώ.

Και δαιμόνων φόβος και κλαυθμός γέγονας

διώκων τούτους, όσιε,

ως χαίροντας ημάς σοι ψάλλειν·

 

 

Αλληλούια

 

 

Νους ορών ταις ακτίσι Παρακλήτου εφάνης

και μύστης φοβερών και αρρήτων·

Ερμηνεύων δ’ ανθρώποις αυτά,

και προφήτης όντως δέδειξαι, όσιε,

μηνύων τα συμφέροντα

τοις κράζουσιν εν θάμβει ούτως·

 

 

 

Χαίρε, απορρήτων Θεού ο προφήτης·

Χαίρε, ο των λόγων Χριστού υποφήτης.

Χαίρε, ο αιδέσιμος πάσι και τίμιος·

Χαίρε, αληθείας η βάσις στερέμνιος.

Χαίρε, δώρον το θεόσταλτον, προσφερόμενον ημίν·

Χαίρε, πάντων καταφύγιον ναυαγών και ο λιμήν.

Χαίρε, ο χορηγών τοις ασθενέσιν ιάσεις·

Χαίρε, ο ερευνών τα μυστικά διοράσει.

Χαίρε, καρπόν τρυγήσας θεώσεως·

Χαίρε, τυχών καλής αλλοιώσεως.

Χαίρε, ναέ ουρανίου σοφίας·

Χαίρε, στολήν ο πλουτών παρρησίας.

 

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

 

Ξένα πάντως ποιών συ,

καταπλήττεις τον κόσμον

τον νουν προς ουρανούς ανατείνων,

απελαύνων τε δαίμονας φρικτούς,

θεραπεύων πάντα πάθη δυσίατα,

γνωστά ποιών απόκρυφα

τιμώσί σε και νυν βοώσιν·

 

 

 

Αλληλούια.

 

 

 

Όλος ήσθα εν κόσμω, και συνάμα μετείχες

της του Άθωνος τερπνής ερημίας.

Η καρδία σου ην εν αυτή

και ουδόλως απήσθα αυτής πνεύματι.

Εν Καυσοκαλυβίοις κοιμηθέντι δε,

βοώμεν ταύτα·

 

 

 

Χαίρε, χαράν, ειρήνην ο έχων·

Χαίρε, δ’ ημίν ο ταύτα παρέχων.

Χαίρε, μοναζόντων ασύγκριτον άκουσμα·

Χαίρε, ασκουμένων εν κόσμω το καύχημα.

Χαίρε, αηδών γλυκύλαλος βίου ησυχαστικού·

Χαίρε, ο πετών χρυσάετος νόου διορατικού.

Χαίρε, ότι υδάτων εντοπίζεις τας φλέβας·

Χαίρε, ο και απίστων αποσπάσας το σέβας.

Χαίρε, εν ω σεμνύνονται γέροντες·

Χαίρε, δι’ ου καθαίρονται πταίοντες.

Χαίρε, πολλών ασθενών η υγεία·

Χαίρε, Χριστού αληθής μαρτυρία.

 

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

Πάτμω αποκαλύψεις ηξιώθης ιδείν τε

και ακούσαι ως ο Ιωάννης.

Και αρθείς εν εκστάσει μακρά,

εθεώρεις πάντα φοβερά, όσιε,

και έμφοβος προς Κύριον

εβόας ευγνωμόνως ούτως·

 

 

Αλληλούια.

 

 

Ρώμην έχων εξ ύψους

Παρακλήτου τε χάριν,

εδείχθης θεοφόρος εν κόσμω.

Την του μύρου απέπνεις οσμήν·

εθεάθης πάσχοντας επισκέπτεσθαι,

αγίους δ’ υποδέχεσθαι. Θαυμάζοντες διό βοώμεν·

 

 

 

Χαίρε, ο θείας ιδών οράσεις·

Χαίρε, παρέχων ημίων ιάσεις.

Χαίρε, καθ’ ύπαρ ο αγίους δεχόμενος·

Χαίρε, αθέατος αέρι πετόμενος.

Χαίρε, άγιε εγκόσμιε ταπεινώσει υψωθείς·

Χαίρε, πάμπολλα χαρίσματα Παρακλήτου ο δεχθείς.

Χαίρε, των Αθηναίων τας καρδίας ηδύνας·

Χαίρε, ασθενειών σου υπομείνας οδύνας.

Χαίρε, πηγή ιάματα βρύουσα·

Χαίρε, αυγή ερέβη φωτίζουσα.

Χαίρε, ο γνους τον Θεόν και ποθήσας·

Χαίρε, πολλούς εις Χριστόν ο ζωγρήσαας.

 

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

Σάλον τον εν καρδίαις

καταπαύεις ευχαίς σου,

γαλήνην χορηγών ημίν, πάτερ.

Καταυγάζεις σκότος του νοός

και εμπνέεις ύμνους προς Θεόν, όσιε.

Εύσπλαγχνος ουν φανείς ημίν,

ακούεις παρά πάντων ούτως·

 

 

 

Αλληλούια

 

 

 

Τέλειος απεδείχθης

ως ποιμήν των ανθρώπων,

την ψυχήν σου τιθείς υπέρ τούτων.

Αποκόπτων γαρ θέλημα σον,

εμαρτύρεις καθ’ ημέραν, όσιε,

γενόμενος διάκονος

των εν χαρά προς σε βοώντων·

 

 

 

Χαίρε, Χριστόν εν πόθω ζητήσας·

Χαίρε, αυτού τη πίστει αθλήσας.

Χαίρε, απαθείας λαμπρόν ενδιαίτημα·

Χαίρε, εκπληρών ευσεβούντων παν αίτημα.

Χαίρε, νους ο καθαρώτατος μυστηρίων θεωρός·

Χαίρε, πάντων, εν πολέμοις του Βελίαρ, ο φρουρός.

Χαίρε, ο αψηφών τας απειλάς του δολίου·

Χαίρε, ο εντρυφών εν διδαχαίς του Κυρίου.

Χαίρε, σεπτή εικών της πραότητος·

Χαίρε, πολλής τυχών ιλαρότητος.

Χαίρε, δι’ ου Εκκλησία υμνείται·

Χαίρε, δι’ ου απιστία κλονείται.

 

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

Ύμνους ευχαριστίας,

εκ δεινών λυτρωθέντες,

προσφέρομεν τη ση ευσπλαγχνία.

Αγαπήσας γαρ ως τέκνα ημάς,

τας αγκάλας είχες ανοικτάς, όσιε,

αεί του θάλπειν άπαντας

και στέγειν τους προς σε βοώντας·

 

 

 

Αλληλούια.

 

 

Φωτοφόρος εφάνης προσευχόμενος, πάτερ,

εκπλήξας ευσεβείς σε ιδόντας.

Το γαρ άυλον ήστραπτε φως

χορηγόν σοι γνώσιν ερευνάν άρρητα,

ιάσθαι τε νοσήματα

των μελωδούντων σοι τοιαύτα·

 

 

 

Χαίρε, λαμπάς Χριστού πυρφόρε·

Χαίρε, πατήρ αληθώς Χριστοφόρε.

Χαίρε, ευσεβείας πηγή η αστείρευτος·

Χαίρε, αληθείας φωνή αδιάψευστος.

Χαίρε, ότι σω χαρίσματι Κύπρω είδες εισβολήν·

Χαίρε, ότι αποτρέπεις των δαιμόνων προσβολήν.

Χαίρε, την ησυχίαν εκ ψυχής ο ποθήσας·

Χαίρε, ποιμαντικήν ταπεινώς ο ασκήσας.

Χαίρε, Χριστού την αγάπην εκφαίνων·

Χαίρε, ψυχάς τεθλιμμένων ευφραίνων.

Χαίρε, μονής σου φρουρός και προστάτης·

Χαίρε, πολλών εν δεινοίς παραστάτης.

 

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

Χάριν έλαβες, πάτερ, και πηγάς εντοπίζειν

υδάτων, εν τω βάθει γης όντων.

Και πολλοίς υπέδειξας αυτάς,

ώστε γεωλόγους απορείν, όσιε,

χαίρειν δε γαιοκτήμονας

και κράζειν ευχαρίστως·

 

 

 

Αλληλούια.

 

 

Ψάλλοντες ευφροσύνως

χαρισμάτων σου πλήθος,

υμνούμεν Παναγίαν Τριάδα.

Υπ’ αυτής ανεδείχθης ανήρ

διορατικός και βρύων ιάματα,

φωτίζων τε μυστήρια,

εμπνέων δε βοάν σοι πάντας·

 

 

 

Χαίρε, πασών αρετών η ακρότης·

Χαίρε, ζωής εν αγνεία πιστότης.

Χαίρε, ευσεβείας θεμέλιος άρρηκτος·

Χαίρε, αληθείας κρουνός ο αείρυτος.

Χαίρε, κρίνον το ηδύπνοον παραδείσου μυστικού·

Χαίρε, άστρον φαεινότατον ουρανού πνευματικού.

Χαίρε, της Εκκλησίας λαμπρότης και δόξα·

Χαίρε, του αντιπάλου συντρίβων τα τόξα.

Χαίρε, Ευβοίας ο θείος Ευάγγελος·

Χαίρε, χαράς, ελπίδος τε άγγελος.

Χαίρε, παθών μιαρών ο καθαίρων·

Χαίρε, ψυχάς προς ουράνια αίρων.

 

 

 

Χαίροις, πάτερ Πορφύριε.

 

 

Ω τρισόλβιε πάτερ, ασκητών ωραιότης,

Πορφύριε απάντων προστάτα· (γ΄.)

μετ’ αγγέλων Χριστόν ανυμνών,

μετανοίας δάκρυα ημίν πάρεχε,

και Παραδείσου αίτησον απόλαυσιν

τοις σοι βοώσιν·

 

 

 

Αλληλούια.

 

 

 

Και αύθις το Κοντάκιον.

 

Ήχος πλ. δ΄. «Τη Υπερμάχω».

 

Του Παρακλήτου τον ναόν των αγιώτατον,

και της Πανάγνου Θεοτόκου προσφιλέστατον

ανυμνήσωμεν Πορφύριον εκ καρδίας.

Αγαπά γαρ και ιάται πάντας, και φρουρεί

και πρεσβεύει, όπως τύχωμεν θεώσεως.

Όθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

 

 

Δίστιχον.

 

 

Παράσχου, Πορφύριε, χαράν, υγείαν

τω, χαίρε, βοώντι σοι νυν Ευαγγέλω.

 

 

 

 

* Από το βιβλίο «ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ του Οσίου και Θεοφόρου Πατρός ημών ΠΟΡΦΥΡΙΟΥ του ΚΑΥΣΟΚΑΛΥΒΙΤΟΥ, του Διορατικού και Θαυματουργού, μετά Παρακλητικού Κανόνος, Χαιρετισμών και Εγκωμίων», του Ευαγγέλου Χρ. Καραδήμου, Θεολόγου – Φιλολόγου, Εκδόσεις «Ιχνηλασία», 1998.

Advertisements
Αναρτήθηκε στις ΔΙΑΦΟΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ, Χαιρετισμοί στον Γέροντα Πορφύριο. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Χαιρετισμοί στον Γέροντα Πορφύριο
Αρέσει σε %d bloggers: