Παρακλητικός Κανών Αγίου Νεκταρίου

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μή εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πάς ζών. ’Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γήν την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γή άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μή αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι πρός σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με του ποιείν τό θέλημά σου, ότι σύ εί ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γή ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Και ευθύς:

Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου. (Τετράκις)

’Ηχος δ’ Ο υψωθείς εν τω Σταυρώ…

Τω ιεράρχη του Χριστού Νεκταρίω το δοξασθέντι δωρεαίς ουρανίαις, προσπέσωμεν, κραυγάζοντες εκ βάθους ψυχής. ’Αγιε Νεκτάριε, Ορθοδόξων προστάτα, πάσης ημάς λυτρώσαι, συμφοράς και ανάγκης, και πειρασμών και νόσων χαλεπών τους καταφεύγοντας, Πάτερ τη σκέπη σου.

Δόξα. ’Ομοιον.

Ως ειληφώς παρά Θεού εξουσίαν του θεραπεύειν τας δεινάς καχεξίας, των προσιώντων, Πάτερ τοις λειψάνοις σου, ίασαι δεόμεθα, τους δεινώς θλιβομένους, νόσοις και παθήμασι και πικραίς αλγηδόσι και εν ειρήνη φύλαττε ημάς, ται σαις πρεσβείαις, Νεκτάριε ’Οσιε.

Και νυν. Θεοτόκιον.

Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τας δυναστείας Σου λαλείν οι νάξιοι. Ει μη γαρ Συ προίστασο πρεσβέβουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων, τις δε διαφύλαξεν εως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα εκ Σου, Σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός ν’ (50)

Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. ‘Οτι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου εστί διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γάρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλης απ’ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. ‘Oτι ει ηθέλησας θυσίαν, έδωκα άν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα, τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.

Κανών ου η ακροστιχίς

«Παθών Νεκτάριε ημάς ρύσαι». Γερασίμου.

Ωδή α’ ’Ηχος πλ. δ’. Υγράν διοδεύσας.

Πληγείς τη κακία του δυσμενούς, τη ση αντιλήψει, καταφεύγω αναβοών. Ειρήνευσον Πάτερ, την ζωήν μου, και την κατ’ άμφω υγείαν μοι δωρήσαι.

Αγίως ανύσας σου την ζωήν, αεί αγιάζεις, και λυτρούσαι παντός κακού, Νεκτάριε Πάτερ Θεοφόρε, τους προσιόντας τοις θείοις λειψάνοις σου.

Θαυμάτων δυνάμεις ως ενεργών, θεράπευσον, Πάτερ, ασθενείας οδυνηράς, των την σην βοήθειαν ζητούντων θαυματουργέ Ιεράρχα Νεκτάριε.

Θεοτόκιον

Ως Μήτηρ φιλεύσπλαχνος του Θεού, φιλάγαθε Κόρη, ευσπλαγχνίσθητι επ’ εμοί, και βλάβης με πάσης και μανίας, του αοράτου απάλλαξον όφεως.

Ωδή γ’. Ουρανίας αψίδος.

Νοσημάτων παντοίων, και χαλεπών θλίψεων, και επηρειών ολεθρίων, και επιθέσεων, του αρχεκάκου εχθρού, ως συμπαθής Ιεράρχης, ασινείς διάσωζε, τους σε γεραίροντας.

Νέκταρ άϋλον θείον, της θεϊκής χάριτος, ης παρά Θεού εκομίσω βλύζει εκάστοτε, η θεία κάρα σου, και των παθών την πικρίαν, απελαύνει ’Αγιε εκ των ψυχών ημών.

Εν οδύναις και πόνοις, και θλιβεραίς μάστιξι, Πάτερ, την ζωήν μου ανύων, προς σε κατέφυγον. Μη ουν παρίδης με, αλλά τη ση επισκέψει, εκ των συνεχόντων με δεινών απάλλαξον.

Θεοτόκιον

Καταφύγιον κόσμου, και αρραγές στήριγμα, Κεχαριτωμένη Παρθένε, τους καταφεύγοντας, υπό την σκέπην σου, των πολυπλόκων σκανδάλων, του δολίου δράκοντος, σκέπε και φύλαττε.

Διάσωσον εκ πάσης βλάβης και θλίψεως, Ιεράρχα, τους εν πίστει τη ση πρεσβεία προστρέχοντας, και σε τιμώντας, Νεκτάριε θεοφόρε.

Επίβλεψον εν ευμενεία, Πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και Κάθισμα.

’Ηχος δ΄. Πρεσβεία θερμή.

Πηγή δαψιλής, ιάσεων εν Πνεύματι, εδείχθη σοφέ, η θήκη των λειψάνων σου, ιάται γαρ τους πάσχοντας και υγείαν και ρώσιν χαρίζεται, τοις προσιούσιν εν πίστει θερμή Νεκτάριε Πάτερ ιερώτατε.

Ωδή δ’. Εισακήκοα Κύριε.

Την Μονήν σου Νεκτάριε, πάσης επηρείας αναπηρέαστον, του δολίου πολεμήτορος, Πάτερ διατήρει τη ση χάριτι.

Ασθενείς τους προστρέχοντας, Πάτερ πανταχόθεν τη θεία Μάνδρα σου, θεραπείας καταξίωσον, και την λύπην τούτων διασκέδασον.

Ρώσιν δίδου και ίασιν, την κατά ψυχήν και σώμα Νεκτάριε, και πταισμάτων απολύτρωσιν, τοις ειλικρινώς σε μακαρίζουσι.

Θεοτόκιον

’Ιθυνον με Πανάμωμε, προς της μετανοίας οδόν σωτήριον, και παθών μου τα σκιρτήματα, νέκρωσον εις τέλος και αφάνισον.

Ωδή ε’. Φώτισον ημάς.

Εύρε σε θερμόν αντιλήπτορα η Αίγινα. Διά τούτο σου τη χάριτι αεί, καταφεύγει και λύτρούται πάσης θλίψεως.

’Ηρεμον ζωήν, διανύειν και ατάραχον, από πάσης του εχθρού επιβουλής καταξίωσον ημάς, Πάτερ Νεκτάριε.

Μέγαν σε φρουρόν και προστάτην, Πάτερ ’Οσιε, κεκτημένη η Μονή σου, η σεπτή, εγκαυχάται τη ταχεία αντιλήψει σου.

Θεοτόκιον

’Αχραντε Αγνή, του Θεού Μήτερ απείρανδρε, τους ελπίζοντας τη σκέπη σου αεί, ανωτέρους πάσης βλάβης διατήρησον.

Ωδή στ’. Την δέησιν εκχεώ.

Σωμάτων, και των ψυχών τας οδύνας, επικούφισον Νεκτάριε Πάτερ, των προς την σην αφορώντων πρεσβείαν και τας καρδίας ημών χαράς πλήρωσον, και αθυμίας χαλεπής εξ ημών την ομίχλην διάλυσον.

Ρυσθήναι πειρατηρίων, παντοίων και σκανδάλων του εχθρού ολεθρίων, και αναγκών και στενώσεων πλείστων, τον Πανοικτίρμονα Λόγον ικέτευε, Νεκτάριε Θαυματουργέ, τους προστρέχοντας πίστει τη σκέπη σου.

Υψόθεν, ως συμπαθής εποπτεύων, και απαύστως προστατεύων μη παύση, της ιεράς σου Μονής θεοφόρε, της κεκτημένης ως μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, την σορόν των αγίων λειψάνων σου.

Θεοτοκίον

Σωτήρα και Λυτρωτήν των ανθρώπων, τον φιλάνθρωπον κυήσασα Λόγον, σώσον με Κόρη τη ση προστασία, της πονηράς τυραννίδος του χείρονος, και νεύρωσόν μου την ψυχήν, προς επίδοσιν βίου βελτίονος.

Διάσωσον εκ πάσης βλάβης και θλίψεως Ιεράρχα, τους εν πίστει τη ση πρεσβεία προστρέχοντας, και σε τιμώντας, Νεκτάριε θεοφόρε.

’Αχραντε η διά λόγου τον Λόγον ανερμηνεύτως, επ’ εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και Κοντάκιον

’Ηχος β’. Προστασία των Χριστιανών.

Πεπτωκότων επανόρθωσις γέγονας, και των κλονουμένων Νεκτάριε στήριγμα, εν υστέροις τοις καιροίς παρά Κυρίου δοξασθείς. Αλλά πάντοτε και ημάς, των εν τω βίω πειρασμών ανωτέρους διάσωζε, άφεσιν των πταισμάτων, και ρώσιν και σωτηρίαν, αιτούμενος παρά Θεού, Ιεράρχα ταις ψυχαίς ημών.

Προκείμενον

Οι ιερείς σου Κύριε ενδύσονται δικαιοσύνην…

Στίχ. Τίμιος εναντίον Κυρίου…

Ευαγγέλιον εκ του κατά Ιωάννην

Είπεν ο Κύριος. Εγώ ειμί η θύρα. Δι εμού εάν τις εισέλθη, σωθήσεται, και εισελεύσεται και εξελεύσεται και νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ει μη ίνα κλέψη, και θύση και απωλέση εγώ ήλθον ίνα ζωήν έχωσι και περισσόν έχωσιν. Εγώ ειμί ο Ποιμήν ο καλός. Ο Ποιμήν ο καλός την ψυχήν αυτού τίθησιν υπέρ των προβάτων. Ο μισθωτός δε, και ουκ ων ποιμήν, ου ουκ εισί τα πρόβατα ίδια, θεωρεί το λύκον ερχόμενον και αφίησι τα πρόβατα και φεύγει και ο λύκος αρπάζει αυτά, και σκορπίζει τα πρόβατα. Ο δε μισθωτός φεύγει ότι μισθωτός εστι και ου μέλλει αυτώ περί των προβάτων. Εγώ ειμί ο Ποιμήν ο καλός. Και γινώσκω τα εμά, και γινόσκομαι υπό των εμών. Καθώς γινώσκει με ο Πατήρ καγώ γινώσκω τον Πατέρα. Και την ψυχήν μου τίθημι υπέρ των προβάτων. Και άλλα πρόβατα έχω, ά ουκ εστίν εκ της αυλής ταύτης. Κακείνα με δεί αγαγείν, και της φωνής μου ακούσουσι, και γενήσεται μια ποίμνη είς ποιμήν.

Δόξα… Ταις του Ιεράρχου πρεσβείαις, ελεήμων, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν… Ταις της Θεοτόκου πρεσβείαις ελεήμων εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Στίχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.

Προσόμοιον

’Ηχος πλ. β’. ’Ολην αποθέμενοι.

Νέον άστρον πέφηνας, τη του Χριστού Εκκλησία, εν εσχάτοις έτεσι, βίου καθαρότητι λάμψας ’Οσιε, νοηταίς λάμψεσι, των εν σοι χαρίτων, καταυγάζων ταις ψυχαίς ημών, και των ιάσεων, ταις μαρμαρύγαις λύων πάντοτε, Δαιμόνων την σκοτόμαιναν, και αρρωστημάτων την ζόφωσιν όθεν σοι βοώμεν. Μη παύση εκλυτρούμενος ημάς, επηρειών του αλάστορος, και παντοίων θλίψεων.

Ωδή ζ’. Οι εκ τοις Ιουδαίας.

Αλγηδόνων ποικίλων, πειρασμών και κινδύνων και περιστάσεων, και φθόνου και κακίας, ανθρώπων κακοτρόπων, ασινείς διαφύλαττε, τους δε τιμώντας αεί, Νεκτάριε παμμάκαρ.

Ιατρεύων απαύστως, χαλεπάς ασθενείας Πάτερ Νεκτάριε. Των πίστει προσιόντων, τοις θείοις Σου λειψάνοις, αρωγός ετοιμότατος, εν τοις εσχάτοις καιροίς, των ευσεβούντων ώφθης.

Γέρας ένθεον ώφθης, και διάδημαν νέον, Πάτερ Νεκτάριε, τη νήσω της Αιγίνης ήτις αεί προστρέχει, τη πρεσβεία σου ’Αγιε, και της ευνοίας της σης, τρυγά τας αντιλήψεις.

Θεοτόκιον

Εντολών με προς τρίβον, του εκ σου σαρκωθέντος Κόρη, οδήγησον, πυλών της αμαρτίας, εξαίρουσα Παρθένε, την ροπήν της καρδίας μου, ίνα υμνώ σε αεί, σωθείς τη χάριτί σου.

Ωδή η’. Τον Βασιλέα.

Ρουν της κακίας, τον κατακλύζοντα Πάτερ, της καρδίας μου τους αύλακας εις τέλος, ξήρανον δυνάμει των θείων πρεσβειών σου.

Ασθενειών σε, θεραπευτήν εγνωκότες, καταφεύγομεν τη Κάρα σου τη θεία, ίνα λυτρωθώμεν, μαστίγων επωδύνων.

Σκέπε απαύστως, την σην Μονήν την αγίαν και πρυτάνευε αυτή τη ση πρεσβεία, Πάτερ Ιεράρχα, τας Πατρικάς σου δόσεις.

Θεοτόκιον

’Ιασαι Κόρη, την ασθενούσαν ψυχήν μου, τη του όφεως κακίστη επηρεία και καταύγασόν με, φωτί της απαθείας.

Ωδή θ’. Κυρίως Θεοτόκον.

Μανίας ημάς ρύσαι, εχθρού του αοράτου και των εν βίω δεινών περιστάσεων, τους καταφεύγοντας Πάτερ υπό την σκέπην σου.

Οδύνης ψυχικής με, και των αλγημάτων, των εν τω σώματι Πάτερ απάλλαξον, τη εκ Θεού σοι δοθείση πλουσία χάριτι.

Υπέρ της ευαγούς σου, Μάνδρας εκδυσώπει, και της Αιγίνης Χριστόν τον φιλάνθρωπον, και της Ελλάδος απάσης Πάτερ Νεκτάριε.

Θεοτόκιον

Υμνούμεν σου την χάριν, Κεχαριτωμένη. Συ γαρ απαύστως ως μήτηρ φιλόστοργος, σκέπεις και τρέφεις και θάλπεις ημάς εκάστοτε.

Το ’Αξιον εστί… και τα μεγαλυνάρια.

Τον της ευσεβείας νέον πυρσόν, και της Εκκλησίας των φωστήρα τον φαεινόν, τον θερμόν προστάτην, και έφορον Αιγύνης, Νεκτάριον τον θείον ύμνοις τιμήσωμεν.

Χαίροις ο νεόρρυτος ποταμός ο τα νεκταρώδη των χαρίτων των θεϊκών, ρείθρα πελαγίζων, τη θεία επομβρία, Χριστού τη Εκκλησία Πάτερ Νεκτάριε.

Χαίροις τεθλιμμένων ο αρωγός, και των δαιμονώντων ο ταχύτατος ιατρός. Χαίροις ο τα πάθη, και νόσους θεραπεύων, των προσιόντων Πάτερ εν τοις λειψάνοις σου.

Χαίροις της Αιγίνης ο θησαυρός, και των Ορθοδόξων, αντιλήπτωρ και βοηθός. Χαίροις της Ελλάδος αγλάϊσμα το Νέον, Νεκτάριε παμμάκαρ ημών το στήριγμα.

Τη ση προστασία τη πατρική, τη σεπτήν Μονήν σου, διαφύλαττε αβλαβή, Νεκτάριε Πάτερ, και πλήρου τας αιτήσεις, των ευλαβώς τελούντων την θείαν μνήμην σου.

Πάσαι των αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου Αποστόλων η δωδεκάς, οι Αγίοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Το Τρισάγιον. Τα συνήθη τροπάρια. Εκτενής και απόλυσις.

Μεθ’ ήν το Απολυτίκιον.

’Ηχος α’ Της ερήμου πολίτης

Σηλυβρίας τον γόνον και Εώας το καύχημα, της Ορθοδοξίας τον Στύλον, και Αιγίνης το έρεισμα. Νεκτάριον υμνήσωμεν πιστοί, ως νέκταρ γαρ ανέβλυσεν ημίν, εκ πηγών του Σωτηρίου νεοφανώς αρδεύον τους κραυγάζοντας. Δόξα τω σε δοξάσαντι Χριστώ, δίξα τω σε στεφανώσαντι, δόξα τω εν εσχάτοις τοις καιροίς, λαμπρώς Σε αγιάσαντι.

’Ετερον

Σηλυβρίας τον γόνον και Αιγίνης τον έφορον, τον εσχάτοις χρόνοις φανέντα, αρετής φίλον γνήσιον. Νεκτάριον τιμήσωμεν πιστοί, ως ένθεον θεράποντα Χριστού. Αναβλύζει γαρ ιάσεις παντοδαπάς, τοις ευλαβώς κραυγάζουσι δόξα τω Σε δοξάσαντι Χριστώ, δόξα τω Σε θαυμαστώσαντι, δόξα τω ενεργούντι δια Σου, πάσιν ιάματα.

’Ηχος β’. ’Οτε εκ του ξύλου

Πάσιν αντιλήπτωρ και φρουρός, και θερμός προστάτης και σκέπη, γενού Νεκτάριε τοις προσερχομένοις σοι, Πάτερ εκ πίστεως, και τα θεία σου λείψανα, κατασπαζομένοις, ά Χριστός εδόξασε, θαυμάτων χάρισι, λύων πειρασμών τας οδύνας, και ειρήνη πάσιν παρέχων, και πταισμάτων άνωθεν συγχώρησιν.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως,

Την πάσαν ελπίδαν μου εις σε ανατίθημι, Μήτερ του Θεού φύλαξόν με υπό την σκέπην σου.

Advertisements
Αναρτήθηκε στις ΔΙΑΦΟΡΕΣ ΑΚΟΛΟΥΘΙΕΣ, Παρακλητικός Κανών Αγίου Νεκταρίου. Ετικέτες: . Δεν επιτρέπεται σχολιασμός στο Παρακλητικός Κανών Αγίου Νεκταρίου
Αρέσει σε %d bloggers: